De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Φάρου, καὶ προσκυνήσαντες τὰ τίμια ξύλα, ἐξέρχονται, καὶ εὐθέως ἀπὸ κελεύσεως δίδοται μεταστάσιμον. Μεσούσης δὲ τῆς δευτέρας ὥρας, ἐξέρχεται ὁ βασιλεὺς καὶ διέρχεται διὰ τῆς ∆άφνης, ἅπτων ἐν τοῖς εὐκτηρίοις κηρούς, ὡς εἴθισται αὐτῷ, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγουστέως, καὶ ὑπαλλάξας τὸ διβητήσιον αὐτοῦ, ἐκδέχεται τὸν καιρόν. Καὶ τοῦ καιροῦ καταλα 1.152 βόντος, δηλωθεὶς ὁ πραιπόσιτος παρὰ τοῦ τῆς καταστάσεως, εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ. Καὶ περιβαλλόμενος ὁ βασιλεὺς τὴν χλανίδα αὐτοῦ, καθὼς ἡ συνήθεια ἔχει, ἐξέρχεται καὶ διέρχεται διὰ τοῦ Αὐγουστέως, εἶθ' οὕτως δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ στενοῦ τῆς Χρυσῆς Χειρός, καὶ ἀνέρχεται εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐν τῇ πύλῃ τῇ χαλκῇ, δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί, καὶ ἵσταται μέσον αὐτῶν ὁ τῆς καταστάσεως, καὶ πάντων προσκυνησάντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε", καὶ εἶθ' οὕτως κατέρχονται οἱ αὐτοὶ ἐν τῷ Κονσιστωρίῳ, ἑνούμενοι τῇ συγκλήτῳ ἁπάσῃ. Ὁ δὲ βασιλεὺς ἵσταται ὑποκάτω τοῦ καμελαυκίου ἐν τῷ πορφυρῷ λίθῳ, καὶ πεσόντων τῶν πατρικίων μετὰ τῆς συγκλήτου, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ ἀπὸ κελεύσεως τῷ ἑστῶτι κάτω, κἀκεῖνος λέγει· "Κελεύσατε." Καὶ δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεύς, διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, καὶ ἐξέρχεται τὴν μεγάλην πύλην τῆς Χαλκῆς, τὰ δὲ μέρη ἵστανται ἐν ταῖς στάσεσιν αὐτῶν, σφραγίζοντα τὸν βασιλέα καὶ μόνον, λέγουσι δὲ καὶ οἱ νοτάριοι τοὺς ἰάμβους. Καὶ εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ πύλῃ τοῦ Ἁγίου Φρέατος, ἅπτει κηροὺς καὶ εὔχεται· ὁ δὲ πατριάρχης δέχεται τὸν βασιλέα εἰς τὴν πύλην τὴν εἰσάγουσαν ἀπὸ τοῦ Ἁγίου Φρέατος εἰς τὸν ναόν, καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, εἰσέρχονται εἰς τὸν ναόν. Ὁ δὲ βασιλεύς, ἅπτων κηρούς, εὔχεται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ εὐξάμενος εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν καὶ εὐξάμενος, ἐξέρχεται ἀπὸ τοῦ βήματος καὶ διέρχεται διὰ τῆς σωλαίας. Μέλλοντι δὲ ἐξέρχεσθαι τὴν σωλαίαν, ἐπιδίδωσιν αὐτῷ ὁ πραιπόσιτος κηρίον λιτανίκιν, καὶ εὐθέως ἄρχονται τὸ τροπάριν τῆς ἑορτῆς· "Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον", κρατοῦσι δὲ κηρία ἅπαντες. Καὶ δηριγευό 1.153 μενος ὑπὸ πάντων ὁ βασιλεύς, διέρχεται μέσον τοῦ ναοῦ καὶ ἐξέρχεται διὰ τῶν βασιλικῶν πυλῶν, διερχόμενος διά τε τοῦ νάρθηκος, τοῦ λουτῆρος καὶ τοῦ Ἀθύρα, ἐξέρχεται ἐν τῷ Μιλίῳ, κἀκεῖθεν διέρχεται τὴν Μέσην καὶ ἀνέρχεται ἐν τῷ Φόρῳ, καὶ ἀπελθὼν μέχρι τοῦ κίονος, ἔνθα καθίδρυται ὁ ναὸς τοῦ Ἁγίου Κωνσταντίνου, ἀνέρχεται τὰ ἔμπροσθεν γραδήλια τοῦ ναοῦ, καὶ ἵσταται ἐκεῖσε, ἐπακουμβίζων τῷ δεξιῷ μέρει τοῦ καγκέλλου. Ἡνίκα δὲ μέλλει ἀνέρχεσθαι τὰ αὐτὰ βάθρα, δίδωσι τῷ πραιποσίτῳ τὸ λιτανίκιν κηρίον. Οἱ δὲ πατρίκιοι καὶ ἡ σύγκλητος ἵστανται κάτω πλησίον τῶν κιόνων, ὁμοίως καὶ οἱ λοιποὶ τῶν ταγμάτων ἵστανται ἐν τῇ μέσῃ τοῦ Φόρου ἔνθεν κἀκεῖσε. Οἱ δὲ πρωτοσπαθάριοι καὶ οἱ λοιποὶ βασιλικοὶ ἵστανται ἐκ δεξιῶν τοῦ βασιλέως ἐν τῇ μέσῃ τοῦ Φόρου, ὡσαύτως καὶ ἐξ ἀριστερᾶς. Καταλαβὼν δὲ ὁ πατριάρχης μετὰ τῆς λιτῆς, διέρχεται μέσον αὐτῶν, τὸ δὲ πολίτευμα ἵσταται ἐν τῷ ἀριστερῷ μέρει τῆς προελεύσεως πρὸς τὸ Σινάτον, τὰ δὲ ὀρφανὰ ἵστανται ἐν τῇ μέσῃ τῶν ἀξιωματικῶν. Καὶ τοῦ σταυροῦ μέλλοντος ἀνέρχεσθαι τὰ γραδήλια, ἔνθα ὁ βασιλεὺς ἵσταται, ἅπτει κηροὺς ὁ βασιλεὺς καὶ προσκυνεῖ τὸν σταυρόν, καὶ αὖθις ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν αὐτὰ ἐν τοῖς μανουαλίοις τῆς λιτῆς. Ὁ δὲ σταυρὸς ἵσταται ἐν τῇ μέσῃ ὄπισθεν τοῦ βασιλέως πλησίον τῆς πύλης τοῦ ναοῦ, ὁ δὲ πατριάρχης ἀνέρχεται ἐν τῇ ἐκκλησίᾳ μετὰ τῶν κατὰ συνήθειαν συνανερχομένων αὐτῷ· οἱ δὲ λοιποὶ κληρικοὶ ἵστανται κάτω εἰς τὸ κοινὸν τοῦ λαοῦ ἐξ ἀριστερᾶς τοῦ βασιλέως. Καὶ τελουμένης τῆς ἐκτενοῦς, ἅπτει ὁ βασιλεὺς κηροὺς καὶ προσεύχεται, καὶ πάλιν ἐπιδίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν αὐτὰ ἐν τοῖς τῆς λιτῆς μανουαλίοις. Ὁ δὲ βασιλεὺς κατέρ 1.154 χεται διὰ τῶν βάθρων, καὶ λαμβάνει παρὰ τοῦ πραιποσίτου κηρίον λιτανίκιν καὶ διέρχεται, δηριγευόμενος ὑπὸ τῶν προειρημένων ἁπάντων, διὰ τοῦ ἀντιφόρου, καὶ εἰσέρχεται ἐν τῷ ἐμβόλῳ πλησίον τοῦ Λαύσου, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, καὶ εἰσελθὼν ἐν τῷ νάρθηκι, καθέζεται προσμένων τὸν πατριάρχην. Καταλαβόντος δὲ τοῦ πατριάρχου μετὰ τῆς