βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τοὐναντίον καὶ τῶν ἀμει νόνων προθέντες τὸ ἀδικοῦν, τὴν οἰκείαν καταφθεί ραντες ζωὴν, ἀλλοῖεν ἂν αὐθένται, καὶ ὀλετῆρες δει νοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξελελεγμένοι." ̣6 ̣ Ταύτῃ τοίνυν φησὶ καὶ ὁ ἱερὸς Ἰσίδωρος· "Ἡ τῶν ἁμαρτημάτων ἐπίτασις ἀναγκάζει, ὥσπερ τὴν θείαν καὶ ἄϋλον φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν χωρεῖν ὀργήν· ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· "Πολλάκις ἠθέλησα ἐπισυναγαγεῖν 110.208 ὑμᾶς, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." Ἐπειδὴ γὰρ, φησὶν, οὐ δέχεσθε τὴν φιλαν θρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. Ὅταν γὰρ ἴδῃ ὁ Θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἀπαίρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ, ἧς ὁ ἄνθρωπος στερούμενος, ἐπὶ πλεῖον τραχύνεται, ἐκ τοῦ διαβόλου ἐρεθιζόμενος, καὶ μὴ ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ συμβούλευτον ἀποσχέσθαι ἀπὸ κακοῦ, καὶ διὰ τοῦτο καταλαμβάνει αὐτὸν ἡ ὀργή. ̣7 ̣ Οὕτω τοί νυν προφανῶς ἡ ψῆφος τῆς ἀδεκάστου καὶ θείας κρί σεως, διαδειχθεῖσα ἐν ἐπιτόμῳ· "Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς." Καὶ μάλα εἰκότως· "Πρὸς γὰρ τοὺς σκολιοὺς, σκολιὰς ὁδοὺς ἀποστελεῖ Κύριος," καί· "Οὐκ ἀδίκως ἐκτείνονται δίκτυα πτερωτοῖς." "Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσι τοῦ ἐκχέειν αἷμα." ∆ιό φησιν ὁ Ἀπόστολος· "Ἦ ἀγνοεῖς, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον καρ δίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ." "Καὶ γὰρ πάντα, φησὶ, τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν." ̣8 ̣ Οἱ τοίνυν παρανομοῦντες καὶ παραπικραίνοντες, εὐ ωδούμενοι πολλάκις τῇ μακροθυμίᾳ τοῦ Θεοῦ καὶ μηδὲν πάσχοντες δεινὸν, ἀλλ' εὐθηνοῦντες καὶ πάσης εὐπραγίας καὶ εὐημερίας καὶ εὐῤῥωστίας καὶ πολυ ζωΐας ἀπολαύοντες, 112 "Οὕτως, φασὶν οἱ ἀγνώμονες, εὐαρεστεῖται ὁ Θεὸς καὶ χαίρει." Καὶ, διὰ τοῦτο "Ποιήσωμεν τὰ κακὰ ἵνα πλεῖον ἔλθῃ τὰ ἀγαθὰ," "ὧν τὸ κρῖμα ἔνδικόν ἐστι." Περὶ ὧν καὶ ∆αυὶδ ἔλεγε· "Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, καὶ πε ριεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν·" καί· "∆ιενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐ τῶν διῆλθεν ἐπὶ τῆς γῆς, καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεός; καί· Εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;" "Οἷς διὰ τὰς δολιότητας αὐτῶν ὁ Θεὸς ἔθετο αὐτοῖς κακὰ, κατ έβαλεν αὐτοὺς ἐν τῷ ἐπαρθῆναι, καὶ ἐγένοντο εἰς ἐρή μωσιν, ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν·" ὅθεν· "Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσιν ̣25ạ· Μὴ ὑψοῦτε κέραςκαὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδι κίαν, ὅτι ὁ Θεὸς κριτής ἐστι·" καί· "Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ· ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν·" "Ὅτι, ὡσεὶ χόρτος, ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται· δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν." ̣9 ̣ ∆εῖ τοίνυν, εἰ πάντως δοῦλοι εὐ γνώμονες τυγχάνομεν καὶ ἀνυπόκριτοι, μὴ βασιλεία 110.209 προσδοκίᾳ μηδ' ἄλλῃ τινὶ μελλόντων ἀγαθῶν ἐλπίδι τὴν ἀρετὴν πράττειν, ἀλλὰ δι' αὐτὸν τῶν ἁπάντων ∆εσπότην Θεὸν πάντα ὑπομένειν. Ἀλλ' εἰσὶ ἀναπεπτωκότες πολλοὶ καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς βασιλείαν ἐπαγγελλόμενος οὐκ ἀκούεται, ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται· καὶ τί τῆς μανίας ταύτης χαλεπώτερον καὶ λυσσωδέστερον; καὶ τί λέγω γέενναν, καὶ πρὸ τῆς γεέννης, ὀδύνην ἐνταῦθα, καὶ αἰσχύνην, καὶ γέλωτα προσεπανάγων, καὶ μυρίας κολάσεις, καὶ θανάτους πολλοὺς ἔχειν τοὺς πειθομένους καὶ προστρέχοντας αὐτῷ.
Λςʹ. Περὶ Ἡλεὶ τοῦ ἀρχιερέως. 113 Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ὁ ἀρ χιερεὺς Ἡλεὶ ἔτη κʹ. Καὶ τῇ παροινίᾳ τε καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἐπὶ τῶν θυσιῶν, ἑκατέρους μετῆλθε πάλιν ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ