ἀρέσκει τοῦ μικρολόγου καὶ κατατέχνου. Τούτων τοιγαροῦν τῶν ἀπηριθμημένων σοφῶν ὁ νῦν τῷ λόγῳ τιμώμενος, Γρηγόριον μὲν μιμεῖσθαι βούλεται, καί γε καὶ παραψαύει τῶν τοῦ μεγάλου ἰχνῶν, δεδίττεται δὲ ὥσπερ προσεγγίσαι τῷ λέοντι. διὰ ταῦτα Ἰσοκρατικὸς μᾶλλον τούτῳ ὁ χαρακτήρ, πλὴν ὅσον οὐκ ἐκκεχυμένος, ἀλλὰ συνεστραμμένος· καὶ οὐδὲν καινὸν εἰ, ᾧπερ ὡς ἥκιστα θαμίζων προσωμίλησεν, ἐμιμήσατο. οὐ γὰρ ἐκ τοῦ βούλεσθαι οἱ τύποι τῶν χαρακτήρων, ἀλλ' ἐκ τοῦ πεφυκέναι. τὸ δὲ σύμπαν εἰπεῖν, κρᾶμα τούτῳ συνηρμοσμένον ὁ λόγος ἐκ τῶν ἄριστα τοὺς ἀρίστους μιμησαμένων, ἢ καὶ ὧν αὐτοὶ καθηγεμόνες ἐγένοντο. Τοιοῦτος μὲν τὴν τέχνην ὁ θαυμάσιος οὗτος ἐγένετο, πλείων δὲ τὴν ἐπιστήμην, ὅλην εἰς μέρη μερίσας, καὶ ὥσπερ οὐ διελεῖν βουλόμενος αὖθις συμπτύξας καὶ ὁ [αὐτὸς] οὐδὲν ἔλαττον ξυνθεὶς ἢ ἀναλύσας, πάντας μὲν τοὺς συλλογισμοὺς ἀνεζητηκώς, ἑκάστων δὲ τὰς αἰ[τίας ...] ἀνευρηκώς, τάς τε πρώτας καὶ τὰς ἀπὸ τῶν πρώτων, καὶ τὰς μετὰ ταῦτα τῶν ὑποθέσεων καὶ ὧν ἄλυτον τὸ τεκμήριον, καὶ οὔτε διαλεκτικὸν τοῦτον δι[έφυγε] πρόβλημα οὔτε ἀποδεικτικὸν ζήτημα οὔτ' ἄλλο τι τῆς λογικῆς οὐδέν· ἀλλὰ καὶ προτάσεων κατὰ λόγον ηὐπόρησε καὶ ἀνήνεγκεν εἰς ἀρχὰς τὰ συλλελογισμένα, τούς τε ὅρους τοῦ πρώτου νοῦ εὑρηκὼς καὶ τοῦ καθ' ἡμᾶς τοὺς ξυγκειμένους. τὴν δέ γε σοφιστείαν τήν τε ἐν ὀνόμασι καὶ ἐν διανοίαις ἐγνώκει μέν, ἀπήλασε δὲ τῆς κατὰ ψυχὴν πόλεως, οὐδὲν ἔλαττον ἢ τὸν ποιητὴν ὁ Πλάτων τῆς ἑαυτοῦ, μόνον οὐκ ἐρίῳ στέψας, ἀλλὰ γυμνήν τε καὶ ἀστεφάνωτον. Εἶτα δὴ καὶ τὰς τῆς φύσεως ἀγασθεὶς θεωρίας, ἀπὸ τῶν ἀρχῶν ἀρξάμενος ἐπὶ τὸ σύμπαν ἀφῆκε. καὶ ἐπέζευσε μὲν ἤπειρον, ἔπλευσε δὲ ἄχρι τῶν ἐφ' ἑκάτερα πόλων. ἐστείλατο δὲ καὶ πρὸς οὐρανόν, καὶ οὐδὲν ἀφῆκεν αὐτῷ ἀθεώρητον, οὐχ ὅσα ἐν ψυχαῖς, ἐπεὶ καὶ τὸ γένος τοῦτο ἀρχὴν πρώτην τῶν φυσικῶν λόγων τιθέασιν, οὐχ ὅσα ἐν ζῴοις, οὐχ ὅσα ἐν φυτοῖς. εἶτα τί; λεληθότως καὶ τοῖς μαθήμασι προσωμίλησεν· ὥσπερ εἴ τις ἐς Ἑλλάδα ἢ ἐς Ἰωνίαν ἀποπλεῦσαι θελήσας οὐ ναῦν φιλοτεχνοίη, ἀλλὰ χρῷτο τῇ εὑρημένῃ τοσοῦτον ὅσον ἐς τὸν ἀπόπλουν, οὕτω τοιγαροῦν ἐκεῖνος τοῖς μαθήμασιν ὡς ὀχήμασι χρώμενος, ἀπὸ τῶν σωμάτων τοῖς ἀσωμάτοις προσέβαλε, τῷ κράματι πρότερον προσεληλυθώς. ἔνθα δὴ καὶ γενόμενος ἐγνώκει τὸ πρώτως ἕν, τὰς ἐκεῖθεν ἑνάδας, τὸ κυρίως ὄν, τὰς τοῦ ὄντος μερίδας, τὰ τοῦ καλοῦ παραδείγματα, τὴν θαυμασίαν σειράν, τοὺς μέσους δεσμοὺς δι' ὧν τὰ ἄκρα συνάπτεται. Τοιοῦτος ὁ ἐμὸς τῷ ὄντι καὶ φιλόσοφος καὶ διδάσκαλος, οὐ κατὰ τοὺς πολλοὺς τῶν νῦν τὴν ἐπιστήμην μεταχειριζομένων, οὐδὲ κατὰ τὴν ἑτέραν μερίδα ὅσοι καὶ διαπτύουσι ταῦτα καὶ περιττὴν σοφίαν τιθέασιν, ὥσπερ αὐτοὶ μάλιστα τὸν καθ' ἡμᾶς λόγον κτησάμενοι καὶ μηδενὸς τῶν ἄλλων ἐπιδεόμενοι. οἵ γε οὔτε τοῦτον ἴσασιν, οὔτε τι τούτων ἐγνώκασιν, ὁ δὲ λόγος πρὸς ἐνίους τῶν οὕτως οἰομένων. εἰσὶ γὰρ ὑπὲρ τοὺς ἑπτάκις χιλίους οἱ μήτε τῇ Βάαλ τὸ σέβας ἀπονειμάμενοι κἀκ τῶν Ἑλληνικῶν λόγων ὠφελημένοι πρὸς θεοσέβειαν. εἰ μὲν γὰρ πάντας τοὺς λόγους ἐγνώκεισαν, ὅσοι τε ἀπ' Αἰγυπτίων, ἢ Χαλδαίων, ἢ τῶν συνεγνωσμένων ἡμῖν Ἰουδαίων μετωχετεύθησαν πρὸς ἡμᾶς, τῶν γε Ἑλληνικῶν εἰς ἄκρον προεληλύθεσαν καὶ ὅπως οὗτοι τοῖς λογίοις ἐχρήσαντο, εἶτα διακρίνοιεν τούτους, καὶ τοὺς μέν, ἐγκρίνοιεν, τοὺς δέ, ἀποκρίνοιεν καὶ ἀπελέγχοιεν, ὥσπερ δὴ οἱ περὶ τὸν μέγαν Βασίλειον καὶ τὸν τῆς θεολογίας φωστῆρα Γρηγόριον πεποιήκασιν, οὐκ ἀγαίμην ἂν τούτοις μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ὑποθείμην μαθεῖν ὅπερ ἂν ἐκεῖνοι διδάξωσιν. εἰ δὲ μηδ' ὅσον ἑνὶ βήματι τοῦ πεζοῦ προβεβήκασι λόγου, μὴ δὲ ἕν τι τῶν πάντων ἐγνώκασιν, αἰσχύνεσθαι μᾶλλον αὐτοὺς προσήκει καὶ ἐπικρύπτειν τὴν ἀμαθίαν ἢ ἀναισχυντεῖν κατὰ τῶν τὰς ἐπιστήμας συνειλοχότων. Ἔγωγ' οὖν, ἵνα τι καὶ περὶ ἐμαυτοῦ τῷ τοῦ φίλου λόγῳ προσθήσω, καί με μὴ βάλοι βέλος νεμέσεως· οὐκ