53
ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν Ῥωμελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο, ἰδοὺ Κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν, καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ9, κ.τ.λ. Καὶ ταῦτα τῆς αὐτῆς ὑποθέσεως· ἅπερ οὐ τῷ λαῷ, τῷ δὲ προφήτῃ λέγων προσέθηκε Κύριος, ὅτι παρήκουσεν ὁ λαὸς προσταχθεὶς μὴ φοβεῖσθαι τοὺς βασιλέας, τῇ δὲ τοῦ Ἐμμανουὴλ ἐπικλήσει θαῤῥεῖν. Ὁ μὴ ποιήσαντες δουλεύειν ἠγάπων τοῖς βασιλεῦσι, τὸ ὕδωρ μὴ δεχόμενοι τοῦ Σιλωάμ· ὅπερ αὐτὸν δηλοῖ τὸν Ἐμμανουήλ· ὅς ἐστι πηγὴ ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Ὃν οὔτε κατὰ τὸν πόλεμον τῶν βασιλέων, οὔτε κατὰ τὸν καιρὸν τῆς αὐτοῦ σαρκώσεως ὑπεδέξαντο. Ἡσυχῇ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ ὕδωρ ἐκδίδοται τοῦ Σιλωὰμ. ∆ηλοῖ δὲ περὶ Χριστοῦ, ὅτι καὶ πρὶν ἐπιδημῆσαι, λανθανόντως συνεπορεύετο τῷ λαῷ, τὰς ψυχὰς αὐτῶν ἀρδεύειν ἐπισκοπεῖν τε βουλόμενος, καὶ μηδέπω κηρυχθεὶς εἰς πάντα τὰ ἔθνη· ἀψοφητὶ δὲ καὶ τὴν ἑαυτοῦ παρουσίαν πεποίηται. Συμβαίνει δὲ καὶ τῇ προσηγορίᾳ τοῦ Σιλωὰμ ὃς ἀπεσταλμένος ἑρμηνεύεται. Ἀπόστολον γοῦν αὐτὸν καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ὁ Παῦλος καλεῖ. Καὶ τὸν ἐκ γεννητῆς δὲ τυφλὸν συμβολικῶς ὁ Σωτὴρ εἰς τὸν Σιλωὰμ ἐξαπέστειλεν. Ἀλλ' ὁ μὲν ἀνέβλεψε τὸ ὕδωρ δεξάμενος τοῦ Σιλωάμ. Ὁ δὲ νῦν κατηγορούμενος ὑπὸ τοῦ Κυρίου λαὸς, μὴ πιστεύσας τῷ Σιλωὰμ, ὅς ἐστιν Ἐμμανουὴλ, ἔρημος αὐτοῦ γίνεται. Καὶ ἀντὶ τῶν δύο βασιλέων, οἷς ἠγάπων, δουλεύειν τοῖς Ἀσσυρίοις ἐκδίδονται, καὶ τῷ νοητῶς τούτων ἐπάρχοντι, ὅτι τὸ ὕδωρ οὐκ ἠβουλήθησαν τοῦ Σιλωὰμ ἤγουν ἀπεδοκίμασαν, κατὰ Σύμμαχον, κατὰ τὸ, "Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας." Ἀνθ' ὧν αὐτοῖς ἐπάξειν φησὶ τὸ πολύ τε ὕδωρ καὶ ἰσχυρὸν τὸν Ἀσσύριον, τῷ ὕδατι τῷ ἡσύχῳ τοῦτον ἀντιτιθείς. ∆όξαν δὲ αὐτοῦ, τοὺς ὑπ' αὐτὸν ἄρχοντας ἐκάλεσεν καὶ λαούς. Ὕδατι δὲ παρεικάζειν τὸ πλῆθος φίλον τῇ θείᾳ Γραφῇ. Φησὶ γοῦν διὰ φωνῆς προφητῶν· "Καὶ Νινευὴ, ὡς κολυμβήθρα ὑδάτων, τὰ ὕδατα αὐτῆς." Οὐ μενεῖ δὲ, φησὶ, παρ' αὐτοῖς ἀνὴρ αἴρων κεφαλήν· τοῦτ' ἔστιν ἄρξαι δυνάμενος. Τὸ δὲ πλῆθος καλύψει πᾶσαν τὴν χώραν. Ὅπερ ἐπὶ Ἱερεμίου γέγονεν, στρατεύσαντος τοῦ Ναβουχοδονόσωρ. θιʹ. 9Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἰσχυκότες, ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσατε, πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριοσ9, κ.τ.λ. Τοῖς περὶ τοῦ Ἐμμανουὴλ καὶ ταῦτα συνήρτηται· 1981 ὃ καὶ δηλοῖ μεθ' ἡμῶν ὁ Θεὸς, δεύτερον νῦν ὑπὸ τοῦ προφήτου λεγόμενον. Ὧ μὴ πιστεύσαντας τοὺς ἄλλους ἐλέγξας τῆς ἐκείνων ἑαυτὸν κατηγορίας ἐλευθερῶν, ἐξ ἑαυτοῦ καὶ τῶν ὁμοίων σὺν ἡδονῇ πλείστῃ, μεθ' ἡμῶν ὁ Θεὸς ἀνακέκραγεν στραφεὶς πρὸς τὰ ἔθνη. Ταῦτα δ' οὖν γνῶναι παρακελεύεται τὸν Ἐμμανουήλ· ὃν ὁ ἐκ περιτομῆς λαὸς οὐκ ἔγνω, οὔτε συνῆκεν. Ὑμεῖς δὲ, φησὶ, τὴν καλὴν ἧτταν ἡττήθητε αἰχμαλωτισθέντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, δι' οὗ τῆς δουλείας ἐλεύθεροι τοῦ νόμου τῆς ἀμαρτίας γενήσεσθε. Ἐπακούσασθε τοίνυν ἕως ἐσχάτου τῆς γῆς τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον. "Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν." Καὶ, οἱ ἐν ὑμῖν δὲ ἰσχυροὶ τῷ λόγῳ καὶ δυνατοὶ, νικᾶσθε τοῦ τῆς εὐσεβείας κηρύγματος· καὶ μὴ θέλοντες γὰρ ἡττηθήσεσθε ἐπὶ ταῖς ματαίαις κατὰ τοῦ Θεοῦ βουλαῖς ὑμῶν ἐλεγχόμενοι, καὶ λόγοις τοῖς ἐξ ἀπειλῆς λεγομένοις. Λέγοι δ' ἂν ἀποθέσθαι καὶ τὴν ἰσχὺν τὴν σωματικὴν, καὶ σαρκὸς ἀναλαμβάνειν ἀσθένειαν, ὡς ἂν ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. Ἐὰν δέ σοι πάλιν ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, πάλιν ὑπόταξον τοῦτο τῷ πνεύματι, καὶ ἡ βουλὴ δὲ ὑμῶν καὶ ὁ λόγος ἀργήσει, διότι ἀπειλεῖ· Τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν γὰρ ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Χρήσιμον δὲ ταῦτα λέγειν τοῖς τὴν Ἐκκλησίαν διώκουσι. Τινὲς δὲ τὰ μὲν πρῶτα πρὸς ἔθνη καὶ