De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
λιτῆς, τὸ μὲν πολίτευμα καὶ τὸ κοινὸν τοῦ κλήρου εἰσέρχεται διὰ τῆς δεξιᾶς πύλης τῶν βασιλικῶν πυλῶν, τὰ δὲ ὀρφανὰ καὶ οἱ μητροπολῖται καὶ οἱ ἐπίσκοποι διέρχονται ἔμπροσθεν τοῦ βασιλέως, προσκυνοῦντες αὐτόν, καὶ εἰσέρχονται ἐν τῷ ναῷ διὰ τῶν βασιλικῶν πυλῶν. Καταλαβόντος δὲ τοῦ πατριάρχου ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι ἀπέρχονται καὶ ἵστανται ἔμπροσθεν τῶν βασιλικῶν πυλῶν· καὶ ὁ μὲν πατριάρχης ἐκτελεῖ τὴν εὐχὴν τῆς εἰσόδου, ὁ δὲ βασιλεύς, λαβὼν παρὰ τοῦ πραιποσίτου κηρούς, εὔχεται καὶ πάλιν ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως. Τοῦ δὲ πατριάρχου τὴν εὐχὴν τελέσαντος, προσκυνεῖ ὁ βασιλεὺς τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον, καὶ κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέσον τοῦ ναοῦ καὶ εἰσέρχονται ἐν τῇ σωλαίᾳ, καὶ ἀπέρχονται μέχρι τῶν ἁγίων θυρῶν. Ἅπτων δὲ κἀκεῖσε κηροὺς καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν καὶ λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ διὰ τῆς πλαγίας τοῦ ἀριστεροῦ μέρους ἐξελθών, εἰσέρχεται εἰς τὴν ἁγίαν σορόν, καὶ στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ἅπτει κηρούς, καὶ εὐξάμενος εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, τίθησιν ἐπ' αὐτῇ 1.155 ἀποκόμβιον, καὶ θυμιάσας αὐτὴν κυκλόθεν, ἐξέρχεται· ὡσαύτως καὶ ἐν τῷ ἐξ ἀριστερᾶς ὄντι εὐκτηρίῳ εὐξάμενος, τίθησιν ἀποκόμβιον ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ ἐξέρχεται καὶ ἀνέρχεται διὰ τῆς ξυλίνης σκάλας ἐν τοῖς κατηχουμενίοις, κἀκεῖσε τελεῖ τὴν θείαν λειτουργίαν. Καὶ ἐν τῷ καιρῷ τῆς θείας κοινωνίας κατέρχονται δύο σιλεντιάριοι, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ἀνελθὼν δίδωσι τῷ βασιλεῖ τοῦ ἁγίου σώματος καὶ τοῦ τιμίου αἵματος. Καὶ κοινωνήσας ὁ βασιλεὺς εἰσέρχεται εἰς τὸ μητατώριον, καὶ λαβὼν νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου, προσκαλεῖται πάντας τοὺς τῆς συγκλήτου, καὶ κοινωνοῦσιν ἐκ τῶν τοῦ πατριάρχου χειρῶν. Καὶ εἶθ' οὕτως ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ μητατωρίου, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ὁ μὲν πατριάρχης κατέρχεται ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς ὑπαλλάσσει σκαραμάγγιον χρυσόκλαβον καὶ σπαθίον διάλιθον, ἠμφιεσμένον ἀπὸ μαργάρων, οἱ δὲ πατρίκιοι καὶ οἱ ἄρχοντες τοῦ κουβουκλείου σαγία ἀληθινά. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, ἀνέρχεται ὁ πατριάρχης, καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐπιδίδωσι τῷ βασιλεῖ εὐλογίας, ὁ δὲ βασιλεὺς ἐπιδίδωσιν αὐτῷ ἀποκόμβιον, ὁ δὲ πατριάρχης τῷ βασιλεῖ ἀλειπτά. Καὶ στεφθεὶς ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου, κατέρχεται διὰ τῆς ξυλίνης σκάλας τοῦ γυναικίτου τοῦ ἀριστεροῦ μέρους, καὶ κατελθὼν τὰ γραδήλια τῆς κόγχης ἐν τῷ διδασκαλείῳ, καὶ πρὸς τὴν ἐξάγουσαν ἐπὶ τὸν ἔμβολον πύλην ἐξελθών, ἱππεύει ἐκεῖσε, ὡσαύτως καὶ οἱ πραιπόσιτοι καὶ οἱ ὀστιάριοι καὶ οἱ λοιποὶ πάντες. Ὁ δὲ τῆς καταστάσεως, φορῶν σαγίον ἀληθινόν, δηριγεύει ἔμπροσθεν τοῦ βασιλέως πεζός, καὶ ἔμπροσθεν αὐτοῦ σιλεντιάριοι τέτταρες, φοροῦντες σαγία ἀληθινά, βαστάζοντες βεργία 1.156 χρυσᾶ διάλιθα. Καὶ καταλαβόντος τοῦ βασιλέως ἐν τῷ Μιλίῳ, δέχονται αὐτὸν οἱ τοῦ μέρους τῶν Βενέτων, λέγοντες τὰ κατὰ συνήθειαν αὐτοῖς ἄκτα· ὁ δὲ δήμαρχος, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως, ἀπέρχεται πρὸς τὸν βασιλέα, καὶ ἀσπασάμενος τοὺς πόδας αὐτοῦ, ἐπιδίδωσιν αὐτῷ λιβελλάριν. Καὶ τελέσαντος τοῦ μέρους τὰ κατὰ συνήθειαν, διέρχεται ὁ βασιλεὺς μικρόν, καὶ δέχονται αὐτὸν οἱ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ αὐτοὶ τὰ ὅμοια τελέσαντες, ἐπιδιδόντος καὶ τοῦ δημοκράτου λιβελλάριν τῷ βασιλεῖ, διέρχεται, καὶ δέχονται αὐτὸν εἰς τὸν Αὐγουστέα οἱ τοῦ μέρους τῶν Πρασίνων, καὶ αὐτῶν τὰ ὅμοια ποιησάντων, διέρχεται ἀπ' αὐτῶν ὁ βασιλεύς, καὶ δέχεται αὐτὸν ἐν τῇ Χαλκῇ ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου. Τελέσαντες δὲ καὶ αὐτοὶ πάντα, αὐλοῦντος καὶ τοῦ ὀργάνου ὡς καὶ ἐπὶ τῶν λοιπῶν τριῶν δοχῶν, διέρχεται διὰ τῶν κορτινῶν. Χρὴ δὲ εἰδέναι ὅτι, ἡνίκα μέλλει δέξασθαι ὁ δομέστικος τῶν σχολῶν τὸν βασιλέα, πεζεύουσιν ἅπαντες, καὶ μένει ἔφιππος μόνος ὁ βασιλεύς, καὶ ἀπὸ τῆς Χαλκῆς δηριγευόμενος ὑπὸ πάντων αὐτῶν, ἀπέρχεται μέχρι τοῦ Κυρίου, καὶ μένει ἐκεῖσε ἡ σύγκλητος ἔμπροσθεν τῶν τριῶν πυλῶν τοῦ Κονσιστωρίου, ὑπερευχομένη τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους", οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ μένουσιν ἔξω τῆς πύλης τοῦ