βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
δεινῶς ἀνῃρέθησαν· ὁ δὲ τῆς θείας ἀκούσας φωνῆς τῆς λεγούσης· "Εἶπα· Ὁ οἶκός σου διελεύσεται ἐνώπιόν μου ἕως τοῦ αἰῶνος· καὶ νῦν οὐχ οὕτως, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται, καὶ ἐξολο θρεύσω τὸ σπέρμα σου ἐκ τοῦ θυσιαστηρίου μου·" καὶ πάλιν· "Ἰδοὺ ἐγὼ, φησὶν, ἐκδικῶ τὸν οἶκον Ἡλεὶ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ·" μεθ' ὧν καὶ τὴν παράληψιν τῆς κιβωτοῦ διαγνοὺς μετὰ ταῦτα, ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπίσθιος, καὶ συν τριβεὶς ὁ νῶτος αὐτοῦ, ἀπέθανεν ἐτῶν ϛʹ. ̣2 ̣ Περὶ ὧν φησιν ὁ Χρυσόστομος· "Ἱερεύς τις ἦν παρὰ Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἡλεὶ τοὔνομα, ὃς γενόμενος δύο παίδων πατὴρ, καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχε οὐδὲ διεκώλυε μετὰ σπουδῆς καὶ σφοδρότητος· τὰ δὲ τῶν παίδων ἐγκλήματα, πορνεία τε ἦν καὶ γαστριμαρ γία· "Ἐκοιμῶντο γὰρ, φησὶ, μετὰ τῶν γυναι κῶν τῶν παρεστηκότων παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου," καὶ ἤσθιον πρὸ τοῦ ἡγιασθῆναι τὰ κρέα καὶ τὴν θυσίαν ἐνεχθῆναι· ἅπερ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκεν, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης αὐ τοὺς ἀπαγαγεῖν, λέγων· "Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν τοῦτον μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν γὰρ ἁμαρτὼν ἄνθρωπος ἁμάρτῃ, προσεύξεται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;" Ἐπεὶ οὖν μὴ πᾶν, ὅσον ἐχρῆν, ἐπεδείξατο, καὶ αὐτὸς μετ' ἐκεί νων ἀπώλετο· καὶ γὰρ ἀπειλὰς ἔδει προσθεῖναι καὶ 114 μάστιγας ἐπιθεῖναι καὶ τῆς ὄψεως αὐτοῦ ἐξελάσαι καὶ μὴ παντελῶς φείσασθαι· ἀλλ' ἐπειδὴ φεισάμενος αὐτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀπώλεσε. Ἄκου σον γὰρ τί φησιν πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ 110.212 ̣25ḅ οὐ πρὸς αὐτόν· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν ὡς προσκεκρουκότα, ἀλλὰ δι' ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐ τὸν κακά. ∆ιό φησιν διὰ τοῦ μαθητοῦ αὐτοῦ Σα μουήλ· "Ἔγνω, ὅτι κακολογοῦνται οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς." Καὶ μὴν ἐνουθέτησε, ἀλλ' οὐδὲν νουθεσία ἐκείνη λελόγισται, μὴ ἔχουσα τὸ σφοδρὸν καὶ ἐπιτεταμένον. Εἰπὼν δὴ τὸ ἔγ κλημα ἐπάγει καὶ τὴν κόλασιν μετὰ πολλῆς τῆς ὀργῆς φάσκων· Ὤμοσα τῷ οἴκῳ Ἡλεὶ, εἰ ἐξιλασθήσεται ἁμαρτία τῷ οἴκῳ αὐτοῦ ἢ ἐν θυμιά ματι ἢ ἐν θυσίᾳ ἕως τοῦ αἰῶνος." Εἶδες ἀγανάκτη σιν ἐπιτεταμένην καὶ ἀσύγγνωστον κόλασιν καὶ ἀσυγχώρητον εἰς ὅλον αὐτοῦ τὸ γένος καὶ τὸν οἶ κον, καίτοι τοῦ μὲν ἰδίου βίου ἕνεκα οὐδὲν ᾐτιάθη ποτὲ, οὐδὲ κατεγκαλεῖν εἶχεν ὁ Θεὸς ἕτερόν τι τῷ πρεσβύτῃ. ἀλλ' ἦν τἄλλα πάντα θαυμαστὸς καὶ τὴν φιλοσοφίαν, οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν παρὰ τὴν συμφορὰν συμβάντων ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ ταῦτα πάντα ἤκουσε καὶ πρὸς ἔσχατον τιμωρίας εἶδεν αὐτὸν ἐλθόντα, οὐκ ἀπεδυσ πέτησε, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι οἷον εἰκὸς τοὺς πολλοὺς λέγειν· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων γνώμης κύριός εἰμι; καί· Τῶν ἐκείνων ἁμαρ τημάτων ὀφλήσω δίκας; αὐτοὶ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ δίκαιόν ἐστι κολάζεσθαι μόνον· ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν οὐδὲ ἐνόησεν, ἀλλ' ὥσπερ οἰκέτης εὐγνώμων ἀπεκρίθη λέγων· "Κύριος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιείτω." Εἰ τοί νυν τὸν ἀρχιερέα τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν ἔτη κʹ προστάντα καὶ ἀμέμπτως τῷ Θεῷ δουλεύ σαντα, οὐδὲν ἴσχυσε τοῦτον ἐξελέσθαι τῆς ὀργῆς τοῦ Θεοῦ καὶ ἀπειλῆς, ἀλλὰ διὰ τὰς ἑτέρων ἁμαρτίας 115 ἀπώλετο, καὶ τὸν ἐν τοσούτοις ἔτεσι τοσαῦτα κατ ορθωκότα, ἃ τὸν Θεὸν οὐκ ἐδυσώπησαν, ποίαν ἡμεῖς ἕξομεν συγγνώμην, οἱ τῆς ἀρετῆς ἐκείνου τοσοῦτον ἀποδέοντες," καὶ ἑτέροις ἁμαρτάνουσιν ἐφησυχάζοντες, καὶ παραχωροῦντες, καὶ προδυνάμενοι κω λύειν αὐτοὺς καὶ ἀναστέλλειν, τοὐναντίον μᾶλλον μετερχόμεθα ἀνεγκλήτους αὐτοὺς ἐῶντες καὶ ἀτιμω ρήτους; "Καὶ μηδεὶς λεγέτω, ὅτι πολλοὶ μειζό νως τοῦ Ἡλεὶ τῶν ἰδίων ἀμελήσαντες παίδων, οὐδὲν ἔπαθον οἷον ἐκεῖνος. Ἔπαθον οὖν πολλοὶ πολ λάκις καὶ χαλεπώτερα τούτων, κἂν ἡμεῖς ἀγνοῶμεν, ἐκ πολλῆς ἀναισθησίας τῶν τε ἡμετέρων συμφορῶν καὶ