ἐγνώκειν μόνον ὁπόσα Ἕλληνες οὐδ' ὁπόσα Χαλδαῖοι ἢ Αἰγύπτιοι, ἀλλὰ καὶ κατεγνώκειν αὐτῶν, πλὴν οὐ πάντων, οὐδέ μοι ὁ ἔλεγχος διὰ πάντων τῶν ἐκείνοις εὑρημένων πεφοίτηκεν, ἀλλὰ καὶ πολλοῖς τῶν παρ' ἐκείνοις πρὸς τὴν ἰσχὺν τοῦ καθ' ἡμᾶς λόγου ἀπεχρησάμην. ἢ τί ποτε τῶν καθ' ἡμᾶς φιλοσόφων οἱ ἄκροι τῶν Ὠριγένους συγγραμμάτων οὐκ ἐλάχιστον μέρος συνειλόχασι, καὶ Φιλοκαλίαν τὸ συνειλεγμένον κατωνομάκασιν, ὅτι καὶ σοφοὶ τὴν παίδευσιν ἤστην, καὶ πρὸς ἀλήθειαν πάντα καὶ λέγοντες καὶ συγγράφοντες; Τοσοῦτο δὲ παρεκβέβηκα, οὐκ αὐτὸς κομπᾶσαι βουλόμενος, ἀλλὰ τοῖς πολλοῖς ὑποθεῖναι μὴ καταμελεῖν παιδείας, μηδὲ πρόφασιν ἀμελείας καὶ ῥᾳθυμίας τὸν ἡμέτερον λόγον ποιεῖν· ἔσο τὰ κρείττω αὐτόθεν εἰδώς, ἀλλ' ἔνθα δεῖ καὶ συλλόγισαι, ἵνα σφενδονήσῃς ποτὲ τὸν ἀλλόφυλον· οἱ μὲν γὰρ τρεῖς λίθοι παρὰ τοῦ καθ' ἡμᾶς λόγου, ἡ δὲ τῆς σφενδόνης τέχνη καὶ παρὰ σοῦ, καὶ δέος μή πού τις ἀντισταίη ποτὲ καὶ Γολιὰθ τῷ καθ' ἡμᾶς Ἰσραήλ, εἶτα μὴ ποιμένος ἔξωθεν δεηθείημεν πρὸς τὴν τοῦ ἀλλοφύλου ἀναίρεσιν, καὶ ἄδηλον εἴ τίς ἐστι νῦν υἱὸς Ἰεσσαὶ ὄπισθεν τῶν λοχευομένων ἀναλαμβανόμενος καὶ πρὸς τὸν βάρβαρον ἀνταγωνιζόμενος. οὕτω τὰ Ἑλλήνην καθῄρηται, οὕτω τὰ Αἰγυπτίων ἀπεσκεύασται, οὕτω τὰ Βαβυλωνίων διέφθαρται. οὐκ ἐλέγχειν γοῦν πειρῶμαι τοὺς ἀσυλλογίστους, ἀλλὰ διδάσκειν ὅπως ἂν ἀπὸ τῶν ἐναντίων κατ' ἐκείνων τὴν μάχαιραν λάβοιεν, ὥσπερ δὴ καὶ τὸ ἐπίγραμμα τοῦ Ἀθήνησι ναοῦ κατὰ τῶν Ἀθηναίων ὁ μέγας ἀπόστολος. Ὁ δὲ λόγος αὖθις ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω. ὃς τὴν σύμπασαν τοῦ λόγου τέχνην καὶ ἐπιστήμην τῷ ἐγκωμιαζομένῳ συνειλοχώς, νῦν βούλεταί τι ἐρεῖν καὶ περὶ τῶν λοιπῶν αὐτοῦ ἀρετῶν, ἃς δὴ καὶ τοῦ λόγου ἑαυτῷ προϋπέθετο καὶ σὺν αὐταῖς τοῦτον μετεχειρίσατο, καὶ διὰ παντὸς βίου ταύταις φαίνεται χρώμενος, οὐ γὰρ ὥσπερ ἔνιοι τῷ τεχνικῷ λόγῳ ἐποχηθείς, ἀρκεῖν οἴεται δι' αὐτοῦ δὴ τούτου μόνου ἀναβεβηκέναι πρὸς οὐρανόν. οὐ γὰρ οὕτως Ἠλίας, ἀλλ' ἑαυτῷ πρότερον ὑποζεύξας τὸ τῶν ἀρετῶν τέθριππον, οὕτω τοῦ καταβάντος ὀχήματος κατετόλμησε. διὰ ταῦτα ταῖς γενικωτέραις ἐμφιλοχωρήσας τῶν ἀρετῶν, καὶ ἀφ' ὧν τις πρὸς τὰς λοιπὰς ὄναιτο, οὕτω πρὸς τὰς ὑποβεβηκυίας ἐχώρησε. Τίς γὰρ τούτου τὴν γνώμην εὐθύτερος, ἢ τίς οὕτω στάθμη δικαία τοῖς πράγμασιν ἐχρημάτισε, τῷ κρείττονι δοὺς κατὰ τοῦ χείρονος ἀριδήλως τὰ νικητήρια, καὶ δικάσας δικαίως τῷ κράματι; τίς δὲ σωφροσύνην οὕτω τετίμηκεν ἢ ὑπερεβάλετο, ὡς μὴ δὲ τὴν γειναμένην, ὥσπερ δὴ παρὰ πολλῶν ἠκηκόειν, ἐπὶ πλεῖστον ἰδεῖν ὑπενεγκεῖν, ἀλλὰ καὶ αὐτοῦ δὴ τοῦ ἀδιαβλήτου καταφρονῆσαι μέρους τῆς φύσεως; κατὰ δὲ τῶν παθῶν, τίς οὕτως ἠνδρίσατο; καὶ κεκράτηκε μὲν τῶν ἐμφυλίων παθῶν, κατετροπώσατο δὲ καὶ εἴ τινες ἔξωθεν ἐπιστρατεύοιεν βάρβαροι, καθ' ὧν καὶ μέγιστα ἤγειρε τρόπαια. τίς δὲ πάντα ὑπερφυῶς τοῖς τῆς φρονήσεως διεσκέψατο μέρεσι καιροῦ καὶ πρέποντος στοχασάμενος; γλῶτταν δὲ τίς οὕτως ἐπέσχε, καὶ ταῦτα νεανικὴν καὶ τρέχειν ἐπισταμένην ὑπὸ χαλινὸν ἅμα καὶ τεχνικῶς; τίς δὲ οἷς λέγει νοῦν ἐφιστάνει, καὶ τῶν λεγομένων ἕκαστον ἐπιχρώννυσι πρώτως, εἶθ' οὕτως ἐξάγει, πολλάκις ἐπιχρώσας τὸ εἰκονιζόμενον, ἵνα σὺν καλῷ καὶ πρέποντι ὀφθείη τῷ σχήματι; τίς δὲ τηλικαῦτα ἔχων παρὰ τοῦ γένους τὰ ὑποδείγματα, αὐτὸς καὶ τοῖς ἄνω καὶ τοῖς μετ' αὐτὸν εἰς τελεώτατον παράδειγμα ἤρκεσε, καὶ βεβοήθηκεν οὐ τῷ λόγῳ μόνον, ἀλλ' ἔστιν οὗ καὶ τοῖς πράγμασιν; αὐτὸς μὲν οὖν τῆς ἐνταῦθα τιμῆς κατωλιγωρηκώς, τὸ δὲ γένος ξύμπαν ἀνενεγκών. τίς δὲ ἕτερος οὕτως ἢ πρὸς βασιλέα πεπαρρησίασται ἢ τὴν τῶν ὅλων προστασίαν ἀναδεξάμενος πᾶσι πρὸς τὸ δέον ἐξήρκεσε; ποῖος δὲ τῶν πάντων οὕτω παρὰ τῶν κρατούντων τετίμηται, ὡς καὶ δεξιὰς τούτῳ ἐμβάλλειν καὶ κοινωνεῖν κρατῆρος καὶ ἀπὸ τῆς αὐτῆς σιτεῖσθαι ἐᾶν; Ὅ γέ τοι τοὺς βασιλεῖς πάντας ὑπερβαλόμενος ἀρετῇ καὶ