54
Ἰουδαίους εἰρῆσθαί φασιν, ἀπὸ δὲ τοῦ, ἰσχυκότες, ἡττᾶσθε, πρὸς Ἰουδαίους· κατίσχυσαν γὰρ τό γε ἧκον εἰς αὐτοὺς τοῦ Χριστοῦ, παραδόντες σταυρῷ. Ἀλλ' ἐβουλεύσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Πῶς γὰρ ἂν θανάτῳ περιέβαλον τὸν ἀρχηγὸν τῆς ζωῆς; ∆ιά φησιν, ἡττᾶσθε λοιπὸν μετὰ τοσοῦτον ἀνόνητον τόλμημα. Εἰ δὲ πάλιν ἀντιστῆτε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, πάλιν ἡττηθήσεσθε κολάζοντι λοιπὸν τῷ κριτῇ δίκας ὑπέχοντες. Χριστοῦ γὰρ ἀναληφθέντος, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἀποστόλοις· "Παραγγελίᾳ, λέγοντες, παρηγγείλαμεν μηδὲν λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ." Καί· "Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν." Καὶ τύπτοντες ἐδόκουν πάλιν ἰσχύειν, ἀλλ' ἐνίκων οἱ μαθηταὶ λέγοντες· ∆ιότι μεθ' ἡμῶν ὁ Θεός. Ἀνθ' ὧν ἔτισαν δίκας ὑπὸ Ῥωμαίων ἡττώμενοι. ιαιεʹ. 9Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μή ποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ 1984 ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρὸν ἐστί. Τὸ δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε9, κ.τ.λ. Τὸν παρόντα λόγον πρὸς τοὺς ἀπειθοῦντάς φησιν· κατὰ μέν τινας, Ἰουδαίους· κατὰ δέ τινας, ἐθνικούς· χεὶρ δὲ ἰσχυρὰ, ἡ δημιουργικὴ τῶν ὄντων ἁπάντων δύναμις, ὁ δι' οὗ τὰ πάντα γέγονεν, Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ καταργήσας τὸν θάνατον, συντρίψας τε τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ πρὸς ἀφθαρσίαν ἀνακαινίζων τὸ γένος, ᾧπερ ἀντέστησαν Ἰουδαῖοι κληθέντες καὶ μὴ δεξάμενοι τὸν Ἐμμανουήλ. Ἔτι δὲ καὶ ὅσοι τῶν ἐθνῶν παρέμειναν πρὸς τὴν πίστιν ἀσύμβατοι. ∆ιχῶς γὰρ ἐπὶ Θεοῦ γνῶσιν ἀγόμεθα, ἢ φυσικαῖς ἐννοίαις χρησάμενοι, διὰ τῶν κτισμάτων γινώσκοντες τὸν ∆ημιουργὸν, ἢ διὰ τῆς τοῦ δοθέντος ἡμῖν νόμου διδασκαλίας· οὗτοι δὲ οὔτε τοῖς ποιήμασι τῆς ἰσχυρᾶς χειρὸς ἠκολούθησαν, περὶ ἧς εἴρηται, Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, καὶ, Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν· οὔτε τῇ ὁδῷ. Αὐτὸς δέ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Ἢ πορείαν λέγει τὴν ὁδὸν τοῦ βίου τὴν νομικὴν, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Εἴρηται δέ· "Καὶ ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην." Καί· "Ἐν τῇ ὁδῷ σου ζήσομαι." Καί· "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ." Ταῦτα μὲν οὖν ὀρθῶς πρὸς Ἕλληνας εἴρηται. Εἰ δὲ πρὸς Ἰουδαίους ἢ, κατ' ἔλλειψίν ἐστιν· ἵνα ᾖ, καὶ τοῖς βαδίζουσιν ὁδοῦ πορείαν οὐ τὴν εὐθεῖαν καὶ τοῦ Κυρίου. Ἀπειθήσαντος ἤγουν τοῦ λαοῦ τούτου, φησὶν, οὗ τὸ πρόσωπον ἀναλαβὼν ἀρτίως ἔφασκεν, μεθ' ἡμῶν ὁ Θεός· ἵνα πορείαν λέγει τὴν εὐαγγελικὴν τῆς ἐν νόμῳ παρεωραμένης σκιᾶς. Ἡ Συμμάχου δὲ ἔκδοσις τῇ ἐξηγήσει τῇ κατ' ἔλλειψιν μαρτυρεῖ. Φησὶ γὰρ τάδε· Εἶπεν Κύριος πρὸς μὲ ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέν με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου, λέγων· Οὐκ ἐρεῖτε, ἄνταρσις. Πᾶν ὃ ἐὰν εἴποι ὁ λαὸς οὖτος, ἄνταρσις. Φησὶ δὲ, ὡς τῇ ἑαυτοῦ χειρὶ Κύριος ἐπιλαβόμενος ἀπέστησε τὸν ἑαυτοῦ προφήτην ἐμὲ, τοῦ μὴ τὴν αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ, μὴ πιστεύσαντι τῇ προφητείᾳ τοῦ ἐπικαλέσασθαι τὸν Ἐμμανουήλ. Οὗτοι μὲν γὰρ ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν. Ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ εἴπητε, φησὶ, σκληρὸν εἶναι τὸν λόγον, ὥσπερ οὗτοι νομίζουσιν τὸν περὶ τοῦ δεῖν ἀποστῆναι τῆς τοῦ λαοῦ τούτου πορείας· κἂν ἐπιβουλεύοιεν ὡς ἀποστάντες ὑμῖν, αὐτοὺς μὲν μηδαμῶς, τὸν Θεὸν δὲ μόνον φοβεῖσθε. Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. ∆ι' οὗ πᾶς ὁ ἐξ ἀνθρώπων ἐλαύνεται φόβος. Καὶ τότε λοιπὸν ἔσται σοι εἰς ἁγίασμα μηκέτι δεομένῳ σωματικοῦ τινος ἁγιάσματος. Οὕτω δὲ τὸν παρ' αὐτοῖς ἐκάλουν συνεστῶτα νεὼν, καὶ τούτου τὰ ἐνδοτάτω. Αὐτὸς οὖν ἁγιάσει σε Κύριος, ἐὰν ἔσῃ πεποιθὼς 1985 ἐπ' αὐτῷ, κατὰ δὲ τοὺς νοήσαντας λαὸν λέγεσθαι τὸν πιστὸν καὶ μετὰ τοῦ προφήτου ταττόμενον, ὅγε ἔλεγεν, μεθ' ἡμῶν ὁ Θεός· νοητέον τὸ, μήποτε εἴπητε σκληρὸν, ὅτι σκληρὸς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων ὁ λόγος, μὴ ἀνεχομένων ἐμμένειν τῇ τοῦ νόμου σκιᾷ. Τοῖς οὖν ἀποστόλοις παρακελεύεται μὴ δεδιέναι τῶν ἐν νόμῳ τὸν φόβον, εἶναι δὲ μόνον θεοσεβεῖς. Ἤγουν ὅτι φοβουμένων