αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευκὸς τὴν χροιάν, εὐόφθαλμος, χαροποὺς ἔχων τοὺς ὀφθαλμούς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσωπος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. ἔζησε δὲ χρόνους νεʹ, καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ʹ, ἔτους υνʹ, καταλείψας αὐτοκράτορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ' Ἑλένης τῆς μητρὸς αὐτοῦ. Κόσμου ἔτος υνʹ, θείας σαρκώσεως ἔτει νʹ, Ῥωμαίων βασιλεὺς Ῥωμανὸς ἔτη γʹ μῆνας γʹ ἡμέρας εʹ. ἦν δὲ τὴν ἡλικίαν 757 νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χαροπός, γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος ὡς κυπάρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ πορφυρογεννήτου ἐτῶν ὢν καʹ, σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ. καὶ παρευθὺ τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερανεβίβασε καὶ δώροις καταπλουτίσας τοῦ παλατίου κατήγαγεν, ἐξελέξατο δὲ καὶ προέκρινε παραδυναστεύοντας καὶ πρώτους τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν· τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην τὸν Χοινὸν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρχον πόλεως ἐχειροτόνησεν καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην. τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν [̓Αγάθην] καὶ Θεοφανῶ καὶ ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δόμων, καὶ εἰς τὸν βασιλικὸν οἶκον τὸν λεγόμενον Κανικλείου, ἐν ᾧ καὶ Σοφία Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν, καὶ μετὰ διίππευσιν ἡμερῶν εἰς τὸ Ἀντιόχου ἐκλήρωσεν. τὴν δὲ Ἀγάθην εἰς τὸ ἱδρυνθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ βασιλέως καὶ πάππου αὐτοῦ ἀπέστειλεν, καὶ διωρίσατο χορηγεῖσθαι αὐταῖς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. τὸν δὲ δομέστικον τῶν σχολῶν καὶ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν μάγιστρον ἐτίμησεν καὶ ἐν τῇ ἀνατολῇ ἐξέπεμψεν. ὡσαύτως καὶ 758 τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον Λέοντα μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ αὐτὸς ἦν εὐφραινόμενος ἐν κυνηγίοις καὶ θήραις δι' ὅλου ἁβροδίαιτος τυγχάνων. ἐγέννησε καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Κωνσταντῖνον αὐτὸν ὠνόμασεν· ὃς καὶ μετ' οὐ πολὺ ἐστέφθη παρὰ Πολυεύκτου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν τῷ παλατίῳ συνῆν τῷ βασιλεῖ, ἕως ἀρρωστήσασα κατὰ τὴν ιθʹ τοῦ Σεπτεμβρίου μηνὸς τέθνηκεν· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτῆς, Ῥωμανοῦ τοῦ βασιλέως, ἐν λάρνακι πλησίον τοῦ πατρὸς αὐτῆς. 2. Τὸν δὲ μάγιστρον καὶ δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὁ βασιλεὺς μετὰ στρατείας πολλῆς καὶ ἐξοπλίσεως πλοίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς τὴν Κρήτην ἀπέστειλεν, ἥτις ὑπὸ Ῥωμαίους μὲν ἦν τὸ πρότερον, ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ τοῦ πατρὸς Θεοφίλου ἐκρατήθη ὑπὸ τῶν ἀπὸ Ἱσπανίας ἀνελθόντων Σαρακηνῶν διὰ τὸ τηνικαῦτα ἀσχολεῖσθαι τὰ Ῥωμαϊκὰ στρατεύματα εἰς τὴν τυραννίδα καὶ στάσιν τοῦ ἀντάρτου Μωροθωμᾶ τοῦ συντρόφου Μιχαήλ, ὡς γενέσθαι τὴν ταύτης νήσου κράτησιν, ἕως τῆς ἡμέρας ἧς πάλιν ἐπορθήθη παρὰ Νικηφόρου μαγίστρου καὶ δομεστίκου Φωκᾶ, ἔτη ρνηʹ. ὑπῆρχον δὲ χελάνδια μετὰ τοῦ ὑγροῦ πυρὸς βʹ, δρόμωνες αʹ, καράβια καματηρὰ σιτάριν ἔχοντα καὶ ὅπλα πολεμικὰ τξʹ. ἀπάρας οὖν τῆς βασιλίδος Νικηφόρος ὁ δομέστικος, καὶ τὰ Φύγελα καταλαβών, ἐφρόντιζεν 759 ὅπως ὁ σύμπας στόλος αὐτῷ ἐπὶ τὸ αὐτὸ εἴη καὶ προσορμίζοιτο. σπουδῇ οὖν τὴν νῆσον καταλαμβάνουσιν· καὶ ἀποβάντων τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασαν. τούτων οὕτως παρακαθεζομένων τῇ νήσῳ, καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύους γενομένου, καὶ τῶν σιτίων δαπανηθέντων, καταναρκήσαντες οἱ