De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Κυρίου, ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Τοῦ δὲ βασιλέως εἰσελθόντος ἔνδον τῆς πύλης, ἀσφαλίζουσιν οἱ κουβικουλάριοι τὴν πύλην, ὑπερευχόμενοι καὶ αὐτοί· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ ναῷ τοῦ Κυρίου, καὶ λαβὼν κηροὺς καὶ εὐξάμενος, καὶ ἐπιδοὺς αὐτοὺς τῷ πραιποσίτῳ, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ 1.157 Κυρίου, καὶ εἰσέρχεται ἐν τῷ Τρικόγχῳ. Εἶθ' οὕτως διέρχεται τὰ διαβατικὰ τῶν Ἁγίων μʹ, καὶ εἰσέρχεται εἰς τὸν Χρυσοτρίκλινον, οἱ δὲ πατρίκιοι καὶ οἱ λοιποὶ εἰσέρχονται διὰ τοῦ ὄντος εἰς τὸ Εἰδικὸν μονοθύρου ἐν τῷ Λαυσιακῷ. Καὶ τοῦ καιροῦ ἐγγίσαντος, ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ τῶν ἀρχόντων, οὓς ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι. Ἰστέον δὲ ὅτι οἱ μὲν πατρίκιοι καὶ οἱ κληθέντες ἅπαντες ἠλλαγμένοι εἰσέρχονται εἰς τὸ κλητώριον ἄνευ χλανιδίων, οἱ δὲ τοῦ κουβουκλείου ἄρχοντες, φοροῦντες ἀληθινὰ σαγία, τῇ αὐτῇ ἡμέρᾳ τελοῦσι διπλοῦν παραστάσιμον. Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ τῇ αὐτῇ ἡμέρᾳ ἀήρ, διοδεύουσι διὰ τοῦ ἐμβόλου, καὶ ἀνέρχονται ἐν τῷ τοῦ Φόρου Σινάτῳ, καὶ ἵσταται ἀντιμίσιον ἀναμεταξὺ τοῦ Σινάτου, καὶ τελεῖ τὰ ἅπαντα ἐκεῖσε, ὧν ἀκολούθως εἰρήκαμεν, καὶ πάλιν διὰ τοῦ αὐτοῦ ἐμβόλου κατέρχεται καὶ τοῦ Λαύσου, καὶ ἀριστερὸν ἐκκλίνας, ἀπέρχεται εἰς τὰ Χαλκοπράτεια. Ἰστέον ὅτι ταῦτα πάντα τελεῖται, πλὴν ὁ βασιλεὺς οὐκ ἀνέρχεται νυνὶ ἐν τοῖς κατηχουμενίοις, ἀλλ' εἰς τὴν τροπικὴν ἑστὼς τῆς ἁγίας σοροῦ, ἐκεῖσε τελεῖ τὴν θείαν λειτουργίαν, καὶ πάλιν εἰς τὸ παλάτιν εἰσελθών, χωρὶς τῶν ἀλλαξίμων ἀπὸ ἱματίου καθέζεται ἐπὶ τῆς τραπέζης· ἀλλ' οὔτε δὲ τὸ κουβούκλειον παραστάσιμον ποιεῖ.
1.158 Μʹ (ΛΑʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ παραμονῇ τῆς Βαϊοφόρου. Τῷ σαββάτῳ τοῦ Λαζάρου, δείλης, ἀνοιγομένου τοῦ παλατίου, εἰσέρχεται πᾶσα ἡ σύγκλητος, μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ οἱ τοῦ κουβουκλείου ἀπὸ σκαραμαγγίων καὶ μόνον, ὁ δὲ βασιλεὺς ἵσταται ἐν τῷ ναῷ τοῦ Ἁγίου ∆ημητρίου πρὸ τῆς χειμευτῆς εἰκόνος τῆς Θεοτόκου πρὸς τὴν ἐξάγουσαν θύραν εἰς τὸ ἡλιακόν. Καὶ τῶν συγκλητικῶν ἐξιόντων τὰς ἀργυρᾶς ἀνατολικὰς πύλας, σημαίνει ἡ Ἐκκλησία καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου στιχηδόν, εἷς καθ' εἷς, εἰς τὸν ναὸν τοῦ Ἁγίου ∆ημητρίου, καὶ λαμβάνουσιν ἐκ χειρὸς τοῦ βασιλέως ἀνὰ βαΐου ἑνός, ἔχοντος φοινικόφυλλα καὶ σάμψυχα καὶ ἕτερα εὐώδη ἄνθη, οἷα ὁ τότε παρέχει καιρός. Καὶ οἱ μὲν μάγιστροι καὶ πραιπόσιτοι ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μεγάλου, οἱ δὲ ὀφφικιάλιοι καὶ οἱ λοιποὶ πάντες ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μικροῦ, οἱ δὲ ἀνθύπατοι καὶ πατρίκιοι ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μεγάλου· εἰ δέ εἰσι κατὰ περισσείαν σταυρία ἀργυρᾶ μικρά, δίδοται καὶ τοῖς πρωτοσπαθαρίοις εὐνούχοις. Καὶ διὰ τῆς ἑτέρας πύλης τοῦ Ἁγίου ∆ημητρίου εἰσέρχονται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ εὐθέως ἄρχεται τὸ λυχνικόν, καὶ εἰς τὴν ἀπόλυσιν τοῦ λυχνικοῦ ψάλλουσιν ὑπὸ 1.159 ἔρην· "Συνταφέντες σοὶ" μίαν τὸ κουβούκλειον καὶ μίαν οἱ βασιλικοὶ κληρικοί. Οἱ δὲ πραιπόσιτοι λαμβάνουσι φοίνικας μεγάλας, καὶ ἐξ ἰδίων χειρῶν διανέμουσι τὸ κουβούκλειον, καὶ τῆς Ἐκκλησίας τὸ λυχνικὸν τελεσάσης, ἐξέρχονται ἅπαντες διὰ τῆς Ἐλεφαντίνης.
1.160 ΜΑʹ (ΛΒʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῶν Βαΐων.
55
Προέρχονται πάντες ἐν τῷ παλατίῳ διὰ τοῦ Ἱπποδρόμου, καὶ ἀνοίξαντος τοῦ παπίου, εἰσέρχονται οἱ πραιπόσιτοι, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ὁμοίως καὶ οἱ πατρίκιοι καὶ τὸ κουβούκλειον. Καὶ εἰσελθόντων αὐτῶν γίνεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ εἰσελθὼν ὁ ὀρφανοτρόφος ἐν τῇ προελεύσει, ἐπιδίδωσι τὰ σύμβολα τοῖς ἐξ ἔθους λαμβάνουσι καὶ ἐξέρχεται. Εἶθ' οὕτως εἰσέρχονται οἱ δήμαρχοι καὶ ἐπιδιδοῦσι τοὺς προρρηθέντας πάντας, μαγίστρους, πραιποσίτους καὶ πατρικίους καὶ λοιπούς, τοὺς τιμίους σταυρούς, ὁποίους ἡ τῆς