ἐκτοπωτάτην καὶ ὀλέθρου πρόξενον νενίκηκεν ὁ Ἐφραῒμ, κατεδυνάστευσεν ὡς ἴδιον ἐχθρὸν, τουτέστι κατηγωνίσατο γενικῶς ὃν μεμίσηκε νόμον. ἐπειδὴ δέ ἐστιν ἀμυδρὸς ὁ λόγος, ἑτέρως αὐτὸ διατρανοῖ λέγων· κατεπάτησε κρῖμα, τουτέστιν, οὐ πεφρόντικεν ὅλως τῆς ἐν νόμῳ δικαιοσύνης· ἀεὶ γάρ πως τὸ καταπατούμενον ἐν ἀτιμίᾳ νοεῖται, καὶ οὐδενὸς ἄξιον κατα- φωρᾶται λόγου. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, "Καλὸν τὸ ἅλας, φησίν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι "ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω κα- "ταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων." ὅταν τοίνυν κρῖμα λέγῃ, νοήσεις τὸν νόμον. οὕτω καὶ ὁ θεσπέσιος ∆αυεὶδ ὀνομάζων αὐτὸν, ἀναφωνεῖ πρὸς Θεὸν, "Κρῖμα καὶ δικαιο- "σύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Θεοῦ γὰρ ὁ νόμος, καὶ εἰ λαλεῖται δι' ἀγγέλων. ἀλλὰ τίς ἡ πρόφασις τοῦ καὶ ἐχθρὸν ἡγήσασθαι τὸν νόμον καὶ καταπατῆσαι τὸ κρῖμα, παρ- έδειξε πάλιν, εὐθὺς ἐπειπὼν ὅτι ἤρξατο πορεύεσθαι "ὀπίσω τῶν ματαίων. ἀρχὴ τῆς τοιᾶσδε νόσου, φησὶ, τὸ τιμᾶν ἑλέσθαι 1.130 τὰ μάταια, καὶ κατακολουθεῖν εἰδώλοις. ἀμήχανον γὰρ ἐν ταὐτῷ καὶ Θεῷ δύνασθαι κατακολουθεῖν, καὶ τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασι· διὰ τοῦτο καὶ ὁ θεσπέσιος γράφει Παῦλος· "Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον "δαιμονίων, οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τρα- "πέζης δαιμονίων." μονότροπος γὰρ ὁ θεοφιλής· ἀλλοπρόσ- αλλος δὲ καὶ σεσαλευμένος καὶ ἐπ' ἄμφω βαίνειν εἰδὼς, ὁ ἀνασφαλὴς, καὶ ἐφ' ὅπερ ἂν τύχοι βαδίζων εὐκόλως. Οὐκοῦν γεγόνασι μὲν οἱ ἄρχοντες Ἰούδα φησὶν, ὡς μετατιθέντες ὅρια, κατεδυνάστευσε δὲ καὶ ὁ Ἐφραῒμ τὸν ἀντί- δικον αὐτοῦ, κατεπάτησε δὲ καὶ κρῖμα· ἔσομαι δὲ λοιπὸν ὡς ταραχὴ τῷ Ἐφραῒμ καὶ ὡς κέντρον τῷ Ἰούδα. καὶ τί δὴ τοῦτό ἐστι, πολυπραγμονεῖν ἀναγκαῖον. οἱ μὲν οὖν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ταραχὴ, βρωστὴρ εἰρήκασιν· ἀντὶ δὲ τοῦ κέντρον, σῆψις· οἱ δέ γε ἑβδομήκοντα ταραχὴν καὶ κέντρον ὠνόμασαν. θορυβουμένου γὰρ οὐ μετρίως τοῦ Ἐφραῒμ, ἤτοι τῶν δέκα φυλῶν, ὑπὸ τοῦ κατασκήψαντος αὐτοῖς πολέμου, τοῦτο μὲν ὑπὸ τοῦ γείτονος τοῦ παρὰ Σύρων φημὶ, τοῦτο δὲ ὑπὸ τοῦ Περσικοῦ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἥκοντος χώρας, ἐν ὀδύναις ἦν καὶ οὐκ ἐν μετρίοις δείμασιν ὁ Ἰούδας, μᾶλλον δὲ καὶ ἐν ἀγωνίᾳ πολλῇ. προσ- εδόκησε γὰρ, καὶ οὐκ εἰς μακρὰν, τοῖς ἴσοις τυχὸν, ἢ καὶ πολὺ χείροσιν ἐναλῶναι κακοῖς· ἐπιβρίθοντος γὰρ τοῦ πολέ- μου, καὶ ταῖς κατὰ τὴν Σαμάρειαν πόλεσιν ἐπισκήπτοντος, πᾶσά πως ἀνάγκη ἦν συνδιόλλυσθαι τὰς ὁμόρους, τὰς τῶν ἐξ Ἰούδα φημὶ καὶ Βενιαμίν. οὐκοῦν ἡ μὲν ταραχὴ τοῦ πολέμου τὴν ἔφοδον, τὸ δὲ κέντρον ἐν τούτοις τὴν ἐκ λύπης τε καὶ δυσθυμίας ὀδύνην ὑποδηλοῖ, ὧν ἔξω που πάντως εἶεν ἂν οἱ φρονεῖν ἐθέλοντες τὰ Χριστοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Καὶ εἶδεν Ἐφραῒμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεὶμ, καὶ αὐτὸς οὐκ ἠδυνήθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ
διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραὶ̈μ, καὶ μὴν καὶ ὡς κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραί̈μ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραὶ̈μ, καὶ ἰδίαις δυνάμεσιν