φασιν. Ἔστι δ' εὑρεῖν ποτε, καθὰ μίτον, οὕτω καὶ λίνον καὶ ἐπὶ μουσικῆς χορδῆς λεγόμενον κατὰ παλαιτάτην χρῆσιν, καθ' ἣν καὶ χέλυς ἡ λύρα λέγεται. Αἵ τε γὰρ χορδαὶ ἦν ὅτε λίνεαι ἦσαν, καὶ Ἑρμῆς δέ, φασί, πρῶτος Ἀπόλλωνι σκευωρίαν μουσικὴν ἐξ ὀστράκου χελώνης ἐμηχανήσατο εἰς λύσιν μήνιδος τῆς ἐπὶ κλοπῇ βοῶν ἐκείνου. ∆ιὸ καὶ χέλυς ἡ αὐτὴ καὶ λύρα, τοῦτο μὲν ὡς οἷον λύτρα τις, ἐκεῖνο δὲ ὡς ἀπὸ τῆς χελώνης, ἀφ' ἧς χελύω χελύσω ῥῆμα, ὅθεν ἡ χέλυς. [Ἰστέον δὲ ὅτι τὸ «λίνου» συστέλλει τὸ δίχρονον, ὡς καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ δηλοῦται. ∆ιὸ καὶ μετὰ τῆς ληγούσης καὶ παραληγούσης τοῦ «ἁψῖσι» δάκτυλον ποιεῖ, εἰ καί τινες ἄλλως ποδίζουσι.] καὶ οὕτω μὲν καὶ τοῦτο. (ῃ. 489) Ἐν δὲ τοῖς εἰρημένοις κεῖται καὶ τὸ ὑμήν ἀντὶ τοῦ ὑμετέραν. Φησὶ γὰρ «εὖ ναιομένην πόλιν ὑμήν». Ἐν δὲ Ὀδυσσείᾳ ὑμὰ κτήματα λέγει τὰ ὑμέτερα. ὥστε ἔοικεν εὐθεῖα εἶναι ὑμός ὁ ὑμέτερος, εἰ καὶ μὴ ἐν χρήσει εὕρηται, ὥσπερ καὶ σφός, ὁ ἴδιος, αὐτὸ μὲν σεσίγηται, ἔχει δὲ τὰ ἐξ αὐτοῦ κινούμενα. [Ὅτι δὲ καὶ ἁμός ἐστιν ὁ ἡμέτερος ἐν πρώτῳ προσώπῳ, δηλοῖ καὶ ὁ γράψας «ἁμὸν πατέρα».] (ῃ. 493) Ὅτι ἔδακε φρένας Ἕκτορι ὁ ῥηθεὶς τοῦ Σαρπηδόνος μῦθος. τῷ ὄντι γὰρ σφοδρὸς ἦν καὶ οἷος καθικέσθαι, ὡς προείρηται, τῆς ἐκείνου ψυχῆς. διὸ οὐδὲ λαλεῖ τι, ὡς μὴ ἔχων ἀντειπεῖν. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ «ἔδακε θυμόν», ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ «μή τι σὴν δάκω φρένα», ἐν ἄλλοις σύγκειται δακέθυμος ἄτα καὶ ὁ θυμοδακὴς μῦθος. Εἰ 2.133 δὲ μελεδῶνες αἱ φροντίδες, ὡς τὰ μέλη ἔδουσαι, χείρων ἂν εἴη ὁ καταφορικὸς λόγος, οἷα τὸν θυμὸν δάκνων ἤτοι αὐτὴν τὴν ψυχήν. Τούτοις δὲ συστοιχεῖ καὶ τὸ θυμὸν κατέδειν, καὶ τὸ θυμοφθορεῖν δέ, ὃ κεῖται παρὰ Σοφοκλεῖ. (ῃ. 495) Ὅτι ἀμφοτεροδέξιος, ταὐτὸν δ' εἰπεῖν ἀμφιδέξιος, ἔοικε καὶ ὁ Ἕκτωρ εἶναι. πάλλων γὰρ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ. (ῃ. 496) Ὅτι τὸ «ἤγειρε δέ» Ἕκτωρ «φύλοπιν αἰνήν» ἀφορμὴ ἀλληγορίας ἐστί. καὶ νοητέον καὶ ἐνταῦθα ὅτι ὁ πρὸ μικροῦ ἐν τοῖς ἀριστεροῖς τοῦ ναυστάθμου καθήμενος Ἄρης, ἤτοι ἀργῶν πόλεμος, ὡς προεγράφη, νῦν, ὡς ἐλελίχθησαν οἱ Τρῶες καὶ ἀντίοι ἔσταν Ἀχαιῶν, ἀνίσταται οἷον ὑπὸ τοῦ Ἕκτορος καὶ ἐπεγείρεται τῷ ∆ιομήδει. αὐτὸς οὖν καὶ τρωθήσεται ὑπὸ τοῦ ∆ιομήδους ἐν τοῖς ἑξῆς καὶ οὐχὶ ὁ μυθικὸς Ἄρης. (ῃ. 502) Ὅτι ἀχυρμιά ὀξυτόνως κατὰ περιεκτικὴν ἔννοιαν τόπος ἀλωῆς, ἐν ᾧ πίπτει τὸ ἄχυρον λικμώντων τῶν ἀνδρῶν, ὡς ἔχειν τὸ μῦ ἀπὸ πλεονασμοῦ. (ῃ. 499-503) Τὸ δὲ ἄχυρον ἄχνην οὗτος καλεῖ διὰ τὴν εἰς λεπτὰ τομήν, λέγων «ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ ∆ημήτηρ κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί, ὣς τότ' Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ. (ῃ. 499) Γίνεται δὲ ἄχνη παρὰ τὸ ˉα στερητικὸν καὶ τὸ ἔχω τὸ κρατῶ, ἡ ἀκράτητος, διὰ λεπτότητα, ὡς καὶ ἀλλαχοῦ προείρηται. Ὡς γὰρ ἀχῆνες οἱ πτωχοὶ παρὰ τὸ μὴ ἔχειν οἱονεὶ ἀεχῆνες, καὶ κατὰ κρᾶσιν ἀχῆνες, οὕτω καὶ ἀέχη, καὶ κράσει ἄχη, ἡ μὴ ἐχομένη, καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, 2.134 ὡς τεύχη τέχνη καὶ ἄλλα οὐκ ὀλίγα. [Ἐν οἷς καὶ ἡ μυσάχνη, σκῶμμα πόρνης, ἐκ τοῦ μυσάττω, οὗ παρακείμενος μεμύσαχα, ὅθεν ἡ μυσάχνη.] Ἐκ τούτων δὲ φαίνεται ὅτι οὐχ' ἁπλῶς ἄχυρον ἀλλὰ τὸ τοῦ ἀχύρου λεπτότατον νῦν ἡ ἄχνη δηλοῖ. κατ' ἄλλον δὲ λόγον ταὐτίζονται ἀμφότερα. καὶ ἡ ἄχνη γὰρ παρὰ τὸ μὴ ἔχεσθαι εἴρηται καὶ τὸ ἄχυρον δὲ ἀέχυρόν τί ἐστι. ∆ῆλον δὲ ὅτι καὶ ἐπὶ ὕδατος ἡ ἄχνη λέγεται. κύματος γὰρ ἄχνην φαμὲν ἀκολούθως τῷ ἁλὸς ἄχνη. (ῃ. 499) Ἱερὰς δὲ τὰς ἀλωὰς ὀνομάζει οὐ μόνον διὰ τὸ ἀνειμένας εἶναι τῇ ∆ήμητρι, οἷά τινα τεμένη, ἀλλὰ μάλιστα διὰ τὸ ἐπ' ὠφελείᾳ εἶναι ἀνθρώπων. Οὕτω γὰρ καὶ πόλεις ἱεράς φησιν ὡς ἀνθρώπων οὔσας φυλακτικὰς καὶ διὰ τοῦτο θείας τινάς, καὶ ∆ημήτερος ἱερὸν ἀκτήν. Ἀλωή δὲ οὐ μόνον ἡ φυτοφόρος γῆ, ἀλλ' ἰδοὺ καὶ ὁ τόπος, ἐν ᾧ πατεῖται ὁ πυρός. Ψιλοῦται δὲ τῆς λέξεως ἡ ἄρχουσα, ὡς δῆλον ἐκ τοῦ εἰπεῖν «κατ' ἀλωάς». Καὶ γράφουσιν οἱ παλαιοὶ τὴν τούτου παραλήγουσαν σὺν τῷ ἰῶτα διὰ τὸ γίνεσθαι, φασίν, ἀπὸ τοῦ ἀλοίω, τὸ συντρίβω, ἢ ἐκ τοῦ ἀλοιῶ, ἐκτάσει τοῦ ˉο εἰς