βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
συμβάσεων, καὶ τὰς τῶν πέλας. Πόθεν γὰρ ἄω ροι θάνατοι; Πόθεν αἱ χαλεπαὶ καὶ συνεχεῖς νόσοι καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; Πόθεν ζημίαι, καὶ περιστάσεις, καὶ ἐπήρειαι; Πόθεν τὰ μυρία κακὰ καὶ ποικίλα; Οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, μάρτυς μὲν καὶ ὁ πρεσβύτης οὗτος, μάρτυς δὲ καὶ 110.213 ὁ σοφὸς λέγων· "Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέ σιν," καί· "Εἰ μή ἐστι μετ' αὐτῶν φόβος Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, ι καί· "Στενά ξεις πένθει ἀώρῳ· καὶ ἐξάπινα τὴν ἐξ αὐτῶν συν τέλειαν γνώσῃ." Πολλοὶ μὲν οὖν, ὡς ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ διέφυγον, ἀλλ' οὐκ ̣26a εἰς τέλος ἐκφεύξονται, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· ἀπελθόντες δὲ ἐκεῖ πικροτέραν τίσουσι δίκην." Ὅπερ εἰδὼς ὁ Ἀπόστολος παραινεῖ φάσκων· "Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου." Καὶ μὴν ἐπισφαλὲς καὶ λίαν ἐπικίνδυνον ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν, καθὼς αἱ Γραφαὶ διαγορεύουσιν. Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ ἡνίκα τὴν χρυσῆν γλῶτταν ἔκλεψε καὶ τὴν ψιλὴν ἐσθῆτα, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ἡ ὀργὴ τοῦ Κυρίου, καίτοιγε μὴ εἰδότα τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα μέχρις οὗ ἐφανερώθη ὁ κλέπτης καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς 116 ἰδίοις ὑπέστη ὄλεθρον. Ὁ δὲ Ἡλεὶ, καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς καὶ "λοιμοῖς", ὡς εἴρη ται, ἀλλὰ καὶ λόγῳ πλείονα κατασκευάσας, τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφυκτον, ὅτι μὴ ὅλως ἐμβριθέστερον ἐξεδίκησε, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν σὺν τοῖς υἱοῖς αὐτοῦ μαχαίρᾳ πεσεῖν καὶ τὴν κιβωτὸν ἐκείνην τὴν φοβερὰν καὶ ὀλίγοις ληπτὴν, ὑπὸ χει ρῶν ἀλλοφύλων ἄγεσθαι, ὅπου ἂν βούλοιντο· καὶ αὐτὸν ἐκεῖνον, τὸν μέγαν ἱερέα λέγω, οἰκτρῷ τέλει τὸν βίον καταστρέψαι. Εἰ δέ τοι κατὰ τοῦ μὴ ἁμαρ τήσαντος καὶ κωλύσαντος καὶ διαμαρτυρομένου τοῖς ἁμαρτήσασι τοιαύτη ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; οἵτινες ἐὰν μὴ δέξωνται τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρη μένον· "∆ιὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;" ἀνάγκη καὶ αὐτοὺς ἐκείνους ἀπόλλυσθαι· ὥστε κιν δυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες, τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι ἢ χείρονα· "Ἑπτάκις μὲν γὰρ ἐκδικεῖται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ (τὰ ὅμοια ὁ ἁμαρτὼν) ἑβδομηκοντάκις ἑπτά." ∆ιὰ τί δὲ πάλιν οἱ μὲν τῶν ἀνθρώπων ἁμαρτάνοντες κολάζονται, οἱ δὲ οὐ κολάζονται; Πῶς γὰρ τῶν Ἰουδαίων μοσχο ποιησάντων ἁπάντων, οἱ μὲν ἐκολάζοντο, αἱ δὲ οὐκ ἐκολάζοντο; Ἢ πάντως οἱ μὲν, εὔδηλον, ὅτι μετενόη σαν καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν διὰ τὴν εὐλά βειαν, οἱ δὲ τῇ κακίᾳ ἐνέμειναν, ὡς τὸ μὲν ἁμάρ τημα ἴσον ἦν, τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα; Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχὶ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι καὶ ὑπὸ ὄφεως· διὸ οὐδὲ ἀπάτην ἐκεῖνο Παῦλος ἐκάλεσε, οὕτω λέγων· Ὁ μὲν Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε." Τίνος δὲ ἕνεκεν ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς παρανομίας ἦν τὸ γινόμενον ἀνάμεστον· ἐκ 110.216 προοιμίων αὐτῶν παραβῆναι πρόσταγμα Θεοῦ, καὶ ὅπως τοῖς ἄλλοις γένηται παίδευμα μὴ καταφρονεῖν Θεοῦ ἐντολήν. Τοῦτο καὶ ἐπὶ Σαπφείρας καὶ Ἀνανία γέγονεν. Καὶ ἡμεῖς 117 οὖν ὅταν ἁμαρτήσωμεν, σκοπήσωμεν, εἰ ἄξιοι ἐλέους ἐσμὲν καὶ εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν ̣26ḅ γνη σίως, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν ἐκ τῶν πονηρῶν ἡμῶν ἔργων· "Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν."
ΛΖʹ. Περὶ Σαμουήλ. Μετὰ δὲ Ἡλεὶ ἔκρινε τὸν λαὸν Σαμουὴλ ὁ ἱε ρεὺς καὶ προφήτης ἔτη λʹ. Καὶ οἱ υἱοὶ αὐτοῦ Ἰωὴλ καὶ Ἀβιὰ, μὴ πορευόμενοι κατὰ τὴν ὁδὸν αὐτοῦ καὶ ἀρετὴν, ἀλλὰ τὸ δίκαιον ἀπεμπολοῦντες, συναθροΐζεται πρὸς αὐτὸν ὁ λαὸς εἰς Ἀρμαθὲμ αἰτούμενοι βασιλέα κατὰ τὴν συνήθειαν τῶν ἐθνῶν. Ὁ δὲ σφόδρα λυπηθεὶς, εἶπεν ὁ Θεὸς πρὸς αὐτόν· "Ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξου θενώκασι, ἀλλ' ἐμὲ, τοῦ μὴ βασιλεύειν ἐπ' αὐ τούς."