φιλοτιμίᾳ, ὁ τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ ὁμώνυμος καὶ ὁμότροπος, καὶ μόνος πρὸς πάντας γενναίως ἀνταγωνισάμενος, καὶ τὴν ὁμωνυμίαν λαβὼν τῆς τέχνης καὶ τῆς νίκης κατήγορον, καὶ πατέρα τοῦτον σοφῶς προσηγόρευσε, καὶ μᾶλλον τετίμηκεν ἢ τὸν Πλάτωνα ∆ιονύσιος· ἐς γὰρ τὸν ὅμοιον ἐγκαθίσας θρόνον οὐ μετεβάλετο, οὐδὲ μετέστησε τὸν φιλόσοφον ἐς τοὺς ἀντιζήλους, οὐδ' ὑφειμένην δίαιταν ἐκλήρωσεν, ἀλλὰ καὶ διδασκάλῳ ἐκέχρητο, καὶ πολλὰ παρὰ τούτου πρὸς τὴν βασιλικὴν ἐπιστήμην ὠφέλητο, θαμά τε ὡμίλει, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, καὶ παρ' αὐτοῦ τὰ συνθήματα τῶν πρακτέων ἐλάμβανεν. οὗτος δὴ οὖν ὁ αὐτοκράτωρ καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα τούτῳ ἐσκιαγράφησε, καὶ πρώτως ἰδών-ἦν γὰρ εἰ καί τις ἄλλος εἰς ψυχὴν βάλλων ἀπὸ τοῦ σχήματος, καὶ τὸ μέλλον ἀπὸ τοῦ ἐνεστῶτος εἰκᾴζων-τῆς τοῦ πνεύματος χάριτος ἄξιον οὕτως εἰπεῖν ἐδογμάτισεν. Ἀλλὰ τί μὴ εἰς ἀρχὴν τὸν περὶ τούτου λόγον ἐπανάγω, ἵν' ἔχοιμι ἐκεῖθεν καὶ μὴ αὐτόθεν εἰσβάλλειν εἰς τὴν τῆς ἀρχιερωσύνης ἀναγωγὴν τοῦ ἀνδρός; τοῦτον γὰρ ἐδημοσίευσε μὲν ὁ λόγος καὶ ἡ ἀρετή, καὶ ἐς μέσην καθίστων περιωπήν, συνέστελλε δὲ ἡ περὶ τὰ κρείττω εὐλάβεια, καὶ τὸ τῆς ψυχῆς ἦθος, καὶ τὸ καταφρονεῖν ὕψους θρόνων καὶ τῆς ἐκ[εῖθεν δόξης τε] καὶ λαμπρότητος. τὰ μὲν οὖν ἐβιάζετο τοῦτον εἰς τὴν τοῦ καλοῦ παρρησίαν, τὰ δὲ κατεῖχεν ἐφ' ἑ[αυτο]ῦ κατατρυφᾶν τῆς μυστικῆς εὐδοξίας· ἦν δὲ αὐτῷ τὰ μέν, ἀπὸ τρόπου, τὰ δὲ πρὸς τρόπου. ὅθεν καὶ νικᾷ ἑαυτῷ, καὶ παραχωρήσας τοῦ βήματος τοῖς ἐλάττοσι, τοῦτο γὰρ νῦν προστίθημι, αὐτὸς μετὰ τῶν κρειττόνων ἐντὸς ἐγεγόνει τοῦ ἄνω καταπετάσματος. Ἔγωγ' οὖν αὐτῷ πολλάκις τὴν ἀμετρίαν τῆς ἀδοξίας ὠνείδιζον, εἶχον γὰρ τὸ θαρρεῖν αὐτῷ παρὰ τὴν τοῦ λόγου κοινωνίαν, καὶ ἐπειρώμην ἐκκαλύπτειν καὶ ἐπὶ τῆς λυχνίας τιθέναι, ἵν' οὕτως πυρσεύοι τῇ οἰκουμένῃ ἃ συνειλόχει σωτήρια διδάγματά τε καὶ δόγματα. ὁ δέ, ταχύ τι μὲν τὸ πτερὸν ἡπλώκει, ὥσπερ δὲ δεδιὼς τὸν πολὺν ἀέρᾳ, αὖθις ἐπὶ τοῦ φωλεοῦ λανθάνων ἐμεμενήκει. εἶθ' ἑκατέρωσε διαλαβόντες, ἔνθεν μὲν ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ ὁ τὴν ἀρχιερωσύνην ἰθύνειν λαχών, ὁ μέν, ταῖς ἀνάγκαις, ὁ δέ, ταῖς ψήφοις, ὥσπερ δὴ ἀετιδῆ, καὶ ταῦτα κούφοις πτεροῖς ἐπαιρόμενον, ἐπὶ τοῦ τῆς ἀρχιερωσύνης θρόνου τιθέασι, καὶ ἐξαίρουσιν αὐτῷ ὥσπερ τινὶ κρείττονι κρείττονα τὰ Εὐχάϊτα, οὐ μᾶλλόν γε τοῦτον· ἀνάθημα τῇ μητροπόλει παρέχοντες ἢ ἐκείνην ἐξαρτῶντες τῆς ἐκείνου ψυχῆς· ἔδει γὰρ τῷ μεγίστῳ μὲν τῶν μεγίστων, τοῖς μείζοσι δὲ τοῦ μείζονος, ὅθεν εὖ ποιοῦντα τὰ ἄκρα συνέδραμεν εἰς ταὐτό. Ἆρ' οὖν τοῦ μὲν λόγου εἰς ἄκρον ἀντεποιήσατο, τῶν δ' ἐπὶ τοῖς λόγοις ἔργων ἠμέληκεν, ἢ καὶ ταῦτα μὲν κατώρθωκε, τῆς δὲ τῶν ἠθῶν ἠμέλησε κράσεως; ἢ καὶ ταῦτα μὲν ὑπὲρ λόγον συνεκεράσατο, τῆς δὲ ἀρετῆς ξυμπάσης οὐκ εἰς ἄκρον ἀφίκετο; ἢ καὶ πρὸς τοῦτο μὲν ἀνέπτη, οὐκ ἀρκοῦσαν δὲ παρασκευὴν πρὸς τὴν ἀρχιερωσύνην πεποίηται, ἀλλ' ἀποχρῶν οὕτω δόξας; εἶτα δὴ τοὺς θρόνους ἐδίωξεν ὡς ἐπὶ τούτους παρεσκευασμένος; ἀλλ' οὐκ ἐδίωξε μέν, διωχθεὶς δὲ καὶ λαβὼν τῶν ἐπειλημμένων κατωλιγώρηκεν, ὥσπερ καταπαύσας τῶν σπουδασμάτων, ἀλλ' οὐκ αὐξάνειν τὸ δεδομένον βουλόμενος τάλαντον; πολλοῦ γε καὶ δεῖ. οὐ γὰρ ἵνα τρυφῴη πέπειστο τὸν θρόνον λαβεῖν, ἀλλ' ἵνα στενοχωροῖτο μὲν αὐτός, ἑτέροις δὲ παρασκευάζοι τὸ ἀποχρῶν· οὐδ' ἵνα τι ὑφαιροῖτο τῶν τῆς ἐκκλησίας, ἀλλ' ἵνα πλείονα ταύτῃ ὧν ἔχοι προσθείη. διὰ ταῦτα, καί τοι τἆλλα ἀφελῶς ἔχων τῶν πραγμάτων, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην καὶ τὸ οὕτω βούλεσθαι βιοτεύειν, ἐνταῦθα γενόμενος, ὥσπερ τὸν ἄλλον χρόνον καταδαρθάνων, ἀθρόον ἀνίσταται, καὶ περιζωσάμενος τὴν ὀσφύν. τί μὲν οὐκ εἰρήκει περὶ τῶν τῆς ἐκκλησίας πραγμάτων; τί δ' οὐκ ἐπεπράχει; ποίαν δ' οὐκ εἰσηνέγκατο προθυμίαν τε καὶ σπουδήν; Αὐτίκα, ἵν' ἀφ' ἑστίας ἄρξωμαι, ὥσπερ τὴν ὑπερουράνιον πᾶσαν τάξιν ὀφθαλμοῖς θεασάμενος, κατὰ τὴν ἐκεῖσε ἰδέαν καὶ σύνταξιν