55
αὐτῶν προσκροῦσαι Θεῷ, εἰ τὴν νομικὴν διώθοιντο λατρείαν τῷ Σωτῆρι πειθόμενοι τὴν σκιὰν καταλύοντι. ∆ιόπερ ἔλεγον· "Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον." Ὑμεῖς καίπερ ἐξ αὐτῶν ὄντες, μὴ τοῖς αὐτοῖς ὑποφέρεσθε φόβοις. Ἁγιαζέσθω δὲ μᾶλλον παρ' ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ' ἔστι Χριστός. Κατὰ δὲ τοὺς οἰομένους πρὸς τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας εἶναι τὸν λόγον, μὴ πειθομένους μήτε φυσικῷ νόμῳ μήτε γραπτῷ· λέγοι ἂν, ὡς οὐ καρτεροῦσι τὰ προστάγματα τῆς ὁδοῦ τοῦ λαοῦ, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες, καθὰ καὶ Ἰουδαῖοι δυσανασχετοῦντες πρὸς τὰ τοῦ Κυρίου διδάγματα ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος, τις δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν γὰρ πόρνῳ τὸ σωφρονεῖν, καὶ τοῖς ἐν κακίᾳ τῆς ἀρετῆς ὁ ζυγός. Ἡ μὲν γὰρ τῷ λείῳ δελεάζει τῆς ἡδονῆς· τὴν δὲ περιποιοῦσιν οἱ πόνοι. Ὅθεν ἡ μὲν τὸ πλεῖστον, ἡ δὲ βραχεῖς ἄγαν ἔχει τοὺς ἐραστὰς λέγοντας, ∆ιὰ τὸν λόγον τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Οἳ καὶ πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ αἱ νῦν θλίψεις τῶν μελλόντων εἰσὶν ἀγαθῶν. Ἀποτρέπουσιν οὖν οἱ ἐθνικοὶ τὸν λαὸν, καὶ σκληρὰ μὴ λέγειν αὐτοῖς ὀκνοῦντες προσιέναι πάλαι μὲν τῷ νόμῳ, νῦν δὲ τῇ πίστει, τοῦ μὲν τὸν ζυγὸν, τῆς δὲ τὴν πολιτείαν οὐχ ὑποφέροντες· πρὸς οὕς φησι· Τὸν φόβον αὐτῶν μὴ φοβεῖσθε, δηλαδὴ τῶν ἀρετῶν. Ἢ καὶ μεταστρέψας πρὸς τὸν λαὸν ἀποτείνεται, ὡς ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ἐπειλήφασιν, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῶν νόμων φοβούμενοι, ὑμεῖς δὲ τὰς παρ' αὐτῶν ἐπιβουλὰς μὴ ταράττεσθε. Ἔστω δέ σοι φόβος ὁ Κύριος. Μέγα δὲ πρὸς τελείωσιν πεπαιδευμένως φοβεῖσθαι καὶ μὴ εἶναι ψοφοδεεῖς. Περὶ ὧν φησιν ὁ ∆αβίδ· "Ἐκεῖ φοβηθήσονται φόβῳ ᾧ οὐκ ἦν φόβος." Ἐκείνου τοίνυν τὴν παρουσίαν ἐκδέχου· ἐκείνου φοβοῦ τὸ κριτήριον. καὶ τὴν ἐ.. γῆ μετ' ἀγγέλων παρουσίαν. Ἐὰν γὰρ ἦς πεποιθὼς ἐπ' αὐτῷ, οὐ προσκόψεις, ὡς. λίθῳ προσκόμματος, καὶ πέτρᾳ σκανδάλου. Οἱ γὰρ τυφλοὶ προσπταίουσι λίθοις, σφαλεροί τε τὰς βάσεις περιολισθαίνουσι πέτραις, οὕτως ὁ τυφλὸς τὴν ψυχὴν, καὶ μὴ διὰ τῆς τῶν Γραφῶν διδασκαλίας ἐπιγνοὺς τοῦ Κυρίου τὴν παρουσίαν, τῷ εὐαγγελικῷ κηρύγματι περιπταίει καὶ σκανδαλίζεται λέγων· "Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν." Καὶ προσκόψαντες οὗτοι τῷ λόγῳ πεπτώκασιν· τοῖς δὲ πεπιστευκόσιν 1988 ἁγίασμα γίνεται, ἀλλ' οὐ πέτρα σκανδάλου διὰ τῆς ἐκ Παρθένου κυήσεως ὁ Ἐμμανουήλ. Ταῦτα καὶ Παῦλος ἐδίδασκε, λέγων Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Καὶ πάλιν, Ἰσραὴλ μὲν διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασε· διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου προσέκοψεν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· "Τοῦ τεθῆναι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ [πᾶς] ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται." Τὸ μὲν οὖν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ἐντεῦθεν εἴληφεν ὁ Ἀπόστολος, τὸ δέ· "Ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται·" ἐξ ἑτέρου τῆς προφητείας μέρους, ἐν ᾧ λέλεκται· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον. Καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται." Ὁ αὐτὸς δὲ Κύριος, τοῖς μὲν ἁγίασμα, τοῖς δὲ πρόσκομμα γίνεται. Καὶ πρόσκομμα μὲν ἴσως Ἕλλησιν τοῖς σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· Ἰουδαίοις δὲ ζητοῦσι σημεῖα, πέτρα σκανδάλου. Ἡμῖν δὲ τοῖς μὴ ζητοῦσι λογικαῖς ἀποδείξεσι τὴν τοῦ κηρύγματος ὑποβάλλειν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι τὴν ἀλήθειαν, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τῷ δὲ οἴκῳ Ἰακὼβ, τοῖς Ἰουδαίοις, φησὶν, οἱ πολλὴν κατὰ Χριστοῦ νοσήσαντες τὴν ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν παγίδι πεσοῦσιν καὶ τεθηρευμένοις εἰς ὄλεθρον, καὶ τοῖς ἐν κοιλώμασι, τοῦτ' ἔστιν τοῖς εἰς βάθρον ὠλισθηκόσιν. Ἐγγιοῦσι δὲ, φησὶν, παντὶ κατασείειν εἰδότι, μηδεμίαν ἰσχὺν κεκτημένοι, κατὰ τοὺς πιστοὺς εἰπεῖν μὴ δυνάμενοι· "Ἡ ἰσχύς μου καὶ ἡ ὕμνησίς μου ὁ Κύριος." Ἁλώσονται γὰρ οἱ ἐξ Ἰσραὴλ ὅσον μὲν ἦκεν εἰς ἐπικουρίαν τὴν ἄνωθεν, ὄντες ἐν ἀσφαλείᾳ πρὸς τοὺς αἰσθητοὺς