De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἑορτῆς τάξις ἀπαιτεῖ. Καταλαβούσης δὲ τῆς ὥρας, ὑπαλλάσσει ὁ βασιλεὺς διβητήσιον καὶ χλανίδα, καὶ καθέζεται ἐπὶ τοῦ σένζου εἰς τὸν Χρυσοτρίκλινον, οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες ἵστανται ἔνθεν κἀκεῖσε, ὡς εἴθισται αὐτοῖς. Καὶ λαβὼν νεῦμα ὁ ὀστιάριος ἀπὸ κελεύσεως παρὰ τοῦ πραιποσίτου, ἐξέρχεται, κρατῶν βεργίον χρυσοῦν διάλιθον, καὶ εἰσάγει βῆλον αʹ· τὸν ὀρφανοτρόφον, κομίζοντα τῷ βασιλεῖ τὸ τῆς πίστεως σύμβολον, καὶ εἰσελθὼν προσκυνεῖ τὸν βασιλέα, μὴ τελείως πίπτων κάτω, ἀνθ' ὧν βαστάζει τὰ σύμβολα· τοῦ δὲ συρτοῦ βήλου συρομένου καὶ τοῦ ὀρφανο 1.161 τρόφου ἐμφανιζομένου τῷ βασιλεῖ, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ θρόνου, ἐκδεχόμενος δέξασθαι τὸ τῆς πίστεως σύμβολον, καὶ τοῦτο δεξάμενος καὶ ἀσπασάμενος, ἐπιδίδωσι τῷ πραιποσίτῳ· καὶ τελέσας τὰς ἐξ ἔθους τρεῖς προσκυνήσεις, ἐπιδίδωσι τῷ βασιλεῖ τὰ σύμβολα, ἀσπαζόμενος τὴν χεῖρα αὐτοῦ, καὶ ἀπελθὼν ὀπισθοφανῶς, ἵσταται ἐν τῷ μέσῳ, καὶ προσκυνήσας τὸν βασιλέα πίπτει κάτω, καὶ ὑπερευξάμενος αὐτόν, ἐξέρχεται. Εἶθ' οὕτως λαμβάνει νεῦμα ὁ ὀστιάριος καὶ εἰσάγει βῆλον βʹ· τὸν σακελλάριον τῆς Ἁγίας Σοφίας, προσφέροντα τῷ βασιλεῖ σταυροὺς ἐπικειμένους τῷ ἀριστερῷ αὐτοῦ ὤμῳ, ἐν δὲ τῇ δεξιᾷ χειρὶ κρατοῦντα σταυρὸν ἕνα, καὶ εἰσελθὼν προσκυνεῖ καὶ αὐτὸς τρίτον, ὡς ἡ τάξις ἔχει, καὶ ἐπιδίδωσιν ἐν πρώτοις τῷ βασιλεῖ τὸν σταυρόν, ὃν κατέχει ἐν τῇ δεξιᾷ χειρί, ἀσπαζόμενος τὴν χεῖρα αὐτοῦ. Ὁ δὲ βασιλεὺς δεξάμενος τὸν σταυρόν, ἀσπάζεται αὐτόν, καὶ ἐπιδίδωσιν αὐτὸν τῷ πραιποσίτῳ, καὶ εἶθ' οὕτως ἐπιδίδωσι τῷ βασιλεῖ καὶ τοὺς λοιποὺς σταυρούς, καὶ δεξάμενος αὐτοὺς ἀσπάζεται, καὶ ἐπιδίδωσι καὶ αὐτοὺς τῷ πραιποσίτῳ. Καὶ ἀπελθὼν ὁ αὐτὸς σακελλάριος ἵσταται ἐν τῷ μέσῳ, καὶ πεσὼν κάτω προσκυνεῖ τὸν βασιλέα, καὶ ὑπερευξάμενος αὐτόν, ἐξέρχεται· τοῦτο δὲ ποιοῦσι καὶ οἱ λοιποὶ ἅπαντες, εἰσερχόμενοι μετὰ σταυροῦ καθ' ἕνα ἕκαστον βῆλον. Καὶ ἐξελθὼν πάλιν ὁ ὀστιάριος, εἰσάγει ἀπὸ κελεύσεως βῆλον γʹ· τὸν σκευοφύλακα τῆς ὑπεραγίας Θεοτόκου τῶν Βλαχερνῶν μετὰ τοῦ χαρτουλαρίου τῆς ἁγίας σοροῦ, βῆλον δʹ· τὸν ξενοδόχον τῶν Θεοφίλου, βῆλον εʹ· τοὺς δημοκράτας τῶν περατικῶν δήμων, βῆλον ϛʹ· τὸν ξενοδόχον τῶν Σαμψών, βῆλον ζʹ· τὸν ξενοδόχον τῶν Εὐβούλου, βῆλον ηʹ· τὸν ξενοδόχον τῶν Εἰρήνης, βῆλον θʹ· τὸν ξενοδόχον τῶν Ναρσοῦ, βῆλον ιʹ· τὸν ξενοδόχον τῆς 1.162 Ἁγίας Εἰρήνης, βῆλον ιαʹ· τοὺς δημάρχους τῆς πολιτικῆς. Ἅπαντες δὲ οὗτοι εἰσερχόμενοι, βαστάζοντες σταυρούς, τελοῦσιν ἅπαντα, ὡς ἀνωτέρω εἴρηται. Εἶθ' οὕτως κελεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ κἀκεῖνος τῷ τῆς καταστάσεως, ὅπως τοὺς ἐξ ἔθους εἰσερχομένους καὶ λαμβάνοντας σταυροὺς ἐκ τῶν χειρῶν τοῦ βασιλέως διευθετήσῃ, ὅπως ἕκαστος αὐτῶν κατὰ τὴν αὐτοῦ τάξιν τε καὶ τιμὴν εἰσέλθωσι. Καὶ εἰσέρχονται πατρίκιοι, εἰ τύχωσι, καὶ στρατηγοὶ καὶ οἱ ἄρχοντες τοῦ κουβουκλείου, δομέστικοί τε καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες καὶ τοποτηρηταί, οἱ συνήθως εἰσερχόμενοι, πάντες ἐν ἑνὶ βήλῳ στιχηδόν. Πεσόντων δὲ καὶ προσκυνησάντων τὸν βασιλέα, ἐπιδίδωσιν ἑνὶ ἑκάστῳ ὁ βασιλεὺς ἀνὰ σταυρὸν ἕνα, καὶ ὑπερευξάμενοι τὸν βασιλέα, ἐξέρχονται, καὶ εἶθ' οὕτως δίδοται ἀπὸ κελεύσεως μεταστάσιμον ἐν τῷ Λαυσιακῷ. Καὶ ἀπέρχονται ἅπαντες διὰ τοῦ μονοθύρου τοῦ ὄντος ἐπὶ τὸν Εἰδικὸν ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, βαστάζοντες ἅπαντες αὐτῶν κηρία τῆς λιτῆς, ὁ δὲ βασιλεὺς ἐξέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, ἐξέρχονται δὲ καὶ οἱ ἱερεῖς ἀπὸ τῆς ἐκκλησίας τοῦ Φάρου, βαστάζοντες τὸν σταυρὸν τῆς ἐκκλησίας, καὶ παρ' αὐτὰ ἄρχονται τὸ τροπάριν τῆς λιτῆς· "Τὴν κοινὴν ἀνάστασιν." Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν τοῦ κουβουκλείου ἁπάντων, διέρχεται ὄπισθεν τῆς λιτῆς καὶ ἐξέρχεται ἐν τῷ ἡμικυκλίῳ φιάλης τοῦ Τρικόγχου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ ἡ σύγκλητος καὶ πᾶσα ἡ προέλευσις, κἀκεῖθεν ἀπέρχεται λιτανεύων ἐν τῇ ∆άφνῃ, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, τελεῖ ἐκεῖσε τὴν ἐκτενῆ, καὶ ἀπέρχεται εἰς τοὺς σταυρούς, καὶ εὐξάμενος διέρχεται διὰ τοῦ τρικλίνου τοῦ Αὐγουστέως, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου, κἀκεὶ εὐξάμενος τελεῖ ἐκεῖσε τὴν 1.163 ἐκτενῆ, καὶ δηριγευόμενος δι' αὐτῶν, διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς ἀψίδος τοῦ Τρικόγχου, καὶ μένουσιν οἱ βασιλικοὶ ἐν τῇ αὐτῇ ἀψίδι τοῦ Τρικόγχου, ὑπερευχόμενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ πρωτοσπαθαρίων, καὶ τῆς συγκλήτου, σπαθαροκανδιδάτων τε καὶ ἐπὶ τοῦ μαγλαβίου καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τοῦ