βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ΛΗʹ. Ἀρχὴ τῆς βασιλείας Σαούλ. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς ἐκ φυ λῆς Βενιαμὶν, χρίσας αὐτὸν εἰς βασιλέα, ἀγαθὸν ἄνδρα καὶ εὐμεγέθη ὑπερωμίαν καὶ ἐπάνω ὑψηλό τερον ὑπὲρ τὴν γῆν πᾶσαν. Καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλέων. ̣2 ̣ Μετὰ δὲ Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ, ὃς τολμήσας πρότερον μὲν θυμιάσαι τῷ Θεῷ, ἔπειτα δὲ παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ κατὰ τοὺς Ἀμαληκίτας, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· "Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύ λαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος, καὶ ἡτοίμασε τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ· καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου· ἀλλ' ἐζήτησε Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρ χοντα ἐπὶ τὸν λαὸν αὐτοῦ." ̣3 ̣ Μετὰ δὲ ταῦτα χρίσας τὸν ∆αυῒδ ὁ Σαμουὴλ ἐν λόγῳ Κυρίου, 118 εἶτα γηράσας καὶ τελευτή σας, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν Κύριον, ὅθεν καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπ' αὐτοῦ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν, οὗ δὴ ἕνεκα ∆αυῒδ ἄγεται πρὸς αὐτὸν εἰς παρηγορίαν τοῦ πά θους. "Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, καὶ λαμβάνων ∆αυῒδ τὴν κινύραν, ἔψαλλεν, καὶ ἀφίστατο ἀπ' αὐτοῦ τὸ πονηρὸν πνεῦ μα." ̣4 ̣ Ἀλλ' οὖν γε πατάξας τὸν ἀλλόφυλον "Γολιὰθ, ὃς ἦν τῇ ἡλικίᾳ πήχεων τὸ ὕψος δʹ καὶ σπιθαμῆς, καὶ περικεφαλαία χαλκῆ ἐπὶ τῆς κεφα λῆς αὐτοῦ, καὶ ἁλυσιδωτὸν θώρακα περιβέβληται χιλιάδας ἔχοντα εʹ σίκλων χαλκοῦ καὶ σιδήρου, κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων· καὶ ἡ ἐπ' αὐτῷ λόγχη, ἑξακοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀναμέσον τῶν ὤμων αὐτοῦ·" καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ ὁ ∆αυῒδ, ἐφθονήθη 110.217 προφάσει τῶν χορευτριῶν ἕνεκεν τῆς εὐφημίας ἧς ἐπῇδον αὐτῷ λέγουσαι· "Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυὶδ ἐν μυριάσιν." ̣5 ̣ Καὶ ἀποδι δράσκει ∆αυὶδ ἀπ' αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους ἔφαγε τῆς προθέσεως ἐκ χειρὸς Ἀβιμέλεχ τοῦ ἀρχιερέως, περὶ οὗ Σαοὺλ θυμωθεὶς καὶ ἀγανακτή σας ἀνεῖλε τὸν Ἀβιμέλεχ, διὰ χειρὸς ∆οὴκ τοῦ Σύρου, καὶ πάντας τοὺς μετ' αὐτοῦ ἱερεῖς Κυρίου ἄνδρες υνʹ, οὐ μὴν δὲ "καὶ πᾶσαν τὴν πόλιν τῶν ἱερέων Νομβὰν ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, καὶ νηπίου θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτων·" οὐ κατ ελείφθη αὐτῶν οὐδὲ εἷς, πλὴν Ἀβιάθαρ υἱὸς Ἀβιμέλεχ φυγὼν πρὸς τὸν ∆αυίδ. ̣6 ̣ Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα· τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος ̣27ạ ἄρδην ἐξολοθρεῦσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἄγαγ διέσωσεν, ἀλλὰ καὶ ὅσα ἦν αὐτοῦ ἀξιό κτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διέφθειρεν αὔτανδρον. ̣7 ̣ Καταδιώκων δὲ τὸν ∆αυὶδ, καὶ ἅπαξ καὶ δὶς, ἐμπεσὼν εἰς χεῖρας τοῦ μακαρίου, καὶ μηδὲν ἀποδοὺς αὐτῷ κακὸν ἀντὶ κακοῦ, ἔφη ∆αυὶδ 119 ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπανθρωπότατον· "Ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, λαβεῖν τὴν ψυχήν μου; ∆ικάσει Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσει με ἐκ χειρός σου· ἡ δὲ χείρ μου οὐκ ἔστιν ἐπὶ σὲ, καθὼς λέγεται ἐν τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια." "Καὶ ὁ μὲν οἶκος ∆αυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει." ̣8 ̣ Εἶτα τῶν ἀλλοφύλων πρὸς Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον, καὶ τοξευθεὶς εἰς τὰ ὑποχόνδρια, εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· "Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀπο κέντησόν με, μήποτε παίξουσιν εἰς ἐμὲ οἱ ἀπερί τμητοι οὗτοι." Τοῦ δὲ φοβηθέντος καὶ μὴ ὑπακού σαντος, ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔπεσεν ἐπ' αὐτὴν, ἐφ' ἣν καὶ ὁ σκευοφόρος ἐπιπεσὼν ἀναι ρεῖται καὶ αὐτὸς διὰ τῆς αὐτῆς ῥομφαίας. Καὶ οὕτως ἀπέθανε Σαοὺλ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ (αἷς ἠνόμησε τῷ Θεῷ, διότι οὐκ ἐφύλαξε τὸν λόγον Κυρίου· καὶ ὅτι ἐπεζήτησε τῇ ἐγγαστριμύθῳ, καὶ ἀπεκρίθη αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζή τησε Κύριον· καὶ ἀπέκτεινεν αὐτὸν, καὶ ἀφαιρεθεῖσα ἡ βασιλεία ἐκ τοῦ γένους