Ἐμμανουῆλος, ὁ τοῦ βασιλέως παῖς, τὰ ἐς γνῶσιν καὶ φρόνησιν οὐδενὸς λειπόμενος, ἐπὶ τὸ ἐξηγεῖσθαι ἐς πόλεμον ἱκανός τε ἐδόκει ἐν τῷ τότε παρόντι καὶ ηὐδοκίμει. δι' ἃ δὴ εὐδοκιμῶν ἑάλω τε ὑπὸ τοῦ ἀδελφοῦ βασιλέως, καὶ ἐσπεσὼν ἐς εἱρκτὴν διεγένετο ἐπὶ ἔτη ἑπτακαίδεκα σὺν τοῖς παισὶν αὐτοῦ. Μωσῆς μὲν οὖν ὡς ἐσφάλη τὴν κατὰ θάλασσαν δύναμιν, ἐπιὼν διὰ τῆς ἠπείρου ἐδῄου τε τὴν Βυζαντίου χώραν καὶ Θέρμην, ἣν ἐπολιόρκει καὶ Τριβαλλοῖς ἐπολέμει. πρὸς μὲν οὖν τοὺς ἐν τῇ Ἀσία Τούρκων ἡγεμόνας σπονδὰς ποιησάμενος εἰρήνην ἦγε, καὶ ἐν τῇ Εὐρώπῃ τὰ πολλὰ διατρίβων ἐτύγχανεν. Ἕλληνες μὲν οὖν, ὡς ἐτελεύτησε Μουσουλμάνης, ἐπαγόμενοι τὸν παῖδα αὐτοῦ, τοὔνομα Ὀρχάνην, συνέστησαν ἐπὶ Μωσεῖ· μετὰ δὲ ταῦτα ἔπεμψαν ἐς τὴν Θέρμην, ὡς ἐντεῦθεν τῷ τε Μπογδάνῳ καὶ τοῖς ἄλλοις τοῖς ταύτῃ Τούρκων διὰ χρημάτων ἐπικούροις ὁρμώμενός τε ἐπὶ τὴν Εὐρώπην ἐπελαύνοι καὶ τὴν χώραν κατάσχοι. ὁ μέντοι παῖς ἐπετέτραπτο ἀνδρὶ Τούρκῳ ἀπὸ Ἀσίας, Παλαπάνῳ τοὔνομα, τὰ μὲν ἄλλα οὐκ ἀγεννεῖ, πιστῷ δὲ οὐ πάνυ. καὶ ἐς τὴν Θέρμην ἀφίκετο, ἐξιὼν δ' ἐντεῦθεν ᾔει διὰ τῆς Μακεδονίας ἐπὶ Βέρροιάν τε καὶ τὴν ταύτῃ 1.167 χώραν, καὶ προσχωρούντων αὐτῷ τῶν ταύτῃ ἐπινεμομένων Τούρκων ἤλαυνεν ἐπὶ Θετταλίαν. Μωσῆς δὲ ὡς ἐπύθετο τὸν Μουσουλμάνεω παῖδα τήν τε χώραν ὑπαγόμενον καὶ ἐλαύνοντα ἐπὶ Θετταλίαν, συντίθεται προδοσίαν τῷ Παλαπάνῳ, ὥστε παραδοῦναι αὐτῷ τὸν παῖδα ἐπιόντι καὶ διασημῆναι ἑκάστοτε, ὅποι ἐλαύνοιεν περιιόντες. οὗτος μὲν οὖν ὡς ἑκασταχοῦ ποι τῆς χώρας ἐπίοι, διεσήμαινέ τε τῷ Μωσεῖ καὶ ἐδήλου, ᾗ ἐπιὼν σφίσιν τε περιτύχοι καὶ τὸν παῖδα παραδοίη αὐτῷ. ἐγένοντο μὲν οὖν οἱ ἀμφὶ τὸν παῖδα ἐπὶ τὸ ἐς Θετταλίαν καθῆκον ὄρος τῆς Μακεδονίας, καὶ ἐνταῦθα ὡς ὑπεσημήνατο ὑπὸ Παλαπάνεω τῷ Μωσεῖ, ἐπιὼν τόν τε παῖδα ἐζώγρησε καὶ τὸν στρατὸν διέφθειρε. μετὰ δὲ ταῦτα ἐπὶ τὴν Μπογδάνου χώραν ἀφικόμενος τήν τε χώραν αὐτῷ ταύτῃ ὑπηγάγετο, καὶ τοῖς Ἕλλησι διαπολεμῶν προσεῖχεν ἐντεταμένως. Ἕλληνες μὲν οὖν οὕτως ἐπολεμοῦντο. καὶ Ἰησοῦς ὁ νεώτερος τῶν Παιαζήτεω παίδων ἐπὶ τοὺς Ἕλληνας ἀφικόμενος ἔστε τὴν τοῦ Ἰησοῦ θρησκείαν μετέβαλλε, καὶ οὐ πολλῷ ὕστερον ἐτελεύτησε. Μεχμέτης μὲν οὖν, καὶ οὗτος Μωσέως μὲν ἀδελφός, παῖς δὲ Παιαζήτεω, ἀπὸ τῆς Καραμάνου χώρας ὁρμώμενος, ἐπειδὴ ἐν ἱκανῷ ἡλικίας ἦν, τούς τε συγγενεῖς τῶν Τούρκων μετῄει, οἷς ἐπὶ τὴν ἀρχὴν ἐπιπαριών. καὶ διαπρεσβευομένων, καὶ τῶν Ἑλλήνων ὑποδεχομένων καὶ αὐτῶν κατὰ δύναμιν ἐς τὴν βασι 1.168 λείαν αὐτῷ συλλήψεσθαι, τήν τε Ἀσίαν ὑπηγάγετο, ἀχθομένων τῶν τῆς Ἀσίας ἀρίστων τῆς Μωσέως ἐν ἀρχῇ τυραννίδος καὶ προσχωρούντων τῷ Μεχμέτῃ, τῆς τε Ἀσίας ὑπῆρξε καὶ ἐπεὶ τὴν Εὐρώπην ὑπηγάγετο. οὗτος μὲν δή, ὡς Μουσουλμάνης τε ἐβασίλευε καὶ Μωσῆς καὶ Ἰησοῦς, πρότερον οἱ τὸ παιδίον ἐπιτετραμμένοι, μὴ κατάδηλον, ὅποι τυγχάνοι ὂν τὸ παιδίον γενόμενον τοῖς ἀδελφοῖς, δεδοικότες, μὴ συλληφθείη τε καὶ ἀπόλοιτο, χορδοποιοῦ τινός, ἐν Προύσῃ παρεκατέθεντο, ὡς ἂν τὴν τέχνην ἐκμανθάνοι. καὶ μετὰ ταῦτα, ὡς ἐνταῦθα τῆς ἡλικίας ἦν, ὅπῃ ἀντιλαβέσθαι τῶν πραγμάτων αὐτῶν οἷός τ' ἦν, ἐχώρει ἐπὶ Καραμᾶνον τὸν Ἀλισούριον. καὶ ἐντεῦθεν δή, ὡς πρόσθεν μοι ἐδηλοῦτο, ὁρμώμενος τῆς τε Ἀσίας εὐπετῶς ἦρξε, συνεπιλαβομένου τοῦ Καραμάνου καί τινων ἄλλων ἡγεμόνων τῶν ἐν τῇ Ἀσίᾳ, καὶ ἐπὶ Βυζάντιον διαβὰς τῷ τε Ἑλλήνων βασιλεῖ ἐς λόγους ἀφίκετο, καὶ ὅρκια ποιησάμενοι, ᾗ ἐδόκει αὐτοῖς ἐπιτηδείως ἔχειν, ἤλαυνεν ἐπὶ τῶν Τριβαλλῶν ἡγεμόνα, τὰ τῆς Θρᾴκης, ὡς συμμίξων τε ἐκείνῳ καὶ προσλαβὼν τὴν ἐκείνου δύναμιν ἐπίῃ μαχούμενος τῷ ἀδελφῷ. Μωσῆς μέντοι, ἐπεὶ ἐπύθετο τάχιστα διαβαίνοντα ἀπὸ τῆς Ἀσίας, ἐπήλαυνε σὺν πολλῷ τῷ στρατεύματι ἐπ' αὐτόν, 1.169 καί ποι τῆς χώρας διελαύνοντι κατὰ Χαριούπολιν προσέμιξε τῷ ἀδελφῷ καὶ ἐς μάχην καθίστατο. συνταξάμενος δὲ ἐπῄει· καὶ ὁ ἀδελφὸς αὐτοῦ Μεχμέτης ἀντεπῄει συντεταγμένῳ τῷ στρατεύματι. καὶ ὡς ὁμόσε ἐγένοντο τοῖν ἀδελφοῖν τὰ στρατεύματα, τὸ μὲν τῆς Ἀσίας διαβὰν σὺν τῷ Μεχμέτῃ, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης,