τὴν τῆς ἐκκλησίας ῥυθμίζει κατάστασιν, οὐχ ἧττόν γε ἢ Μωϋσῆς τὴν κάτω σκηνὴν συμπηγνὺς κατὰ τὸ δειχθὲν ἐκείνῳ παράδειγμα· εἴτε γὰρ ἐν σεραφὶμ μέλη ὑμνούμενα, εἴτε ἐν χερουβὶμ προσᾳδόμενα, εἴτε παρὰ τῶν θρόνων συναρμοζόμενα, εἴτε παρὰ τῶν ἐφεξῆς τάξεων μελουργούμενα, εἴτε παρὰ τῶν θείων ψυχῶν μουσουργούμενα, πάντα ἄν τις ἴδῃ ἐν τῇ κατ' αὐτὸν μητροπόλει τῷ κρείττονι φωναῖς ἀσιγήτοις ἀναπεμπόμενα· προστέθεικε ταῖς χοροστασίαις τοὺς κύκλους τῶν ψαλλόντων, ἐπηύξησε τοῖς μέλεσι μέλη, καὶ τοῖς ῥυθμοῖς ῥυθμοὺς προσενήνοχεν. ἑξαπτέρυγά τινα καὶ πολυόμματα περὶ τὴν ἱερὰν ἔστησε τράπεζαν· τὰς στάσεις ἐφεξῆς ἐν μέτροις ἐρρύθμισεν ἀποστάσεων. ἐδημοσίευσε πᾶσι τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος· διέλυσε τὰ αἰνίγματα, ἀνεκάλυψε τὰ συνθήματα, διεῖλε τὰ σύμβολα, γυμνὴν πᾶσι παρέστησε τὴν χάριν τοῦ πνεύματος. πᾶν ἔθνος ἐπισυνήγαγε, πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα· ἔνδον τοῦ ἱεροῦ πάντας συνήγαγε, καὶ τὰς ἀγροίκους γλώσσας πρὸς τὴν τοῦ κρείττονος ὑμνῳδίαν ἐρρύθμισεν. ὢ τοῦ θαύματος, οὔθ' ὁ τέκτων, οὔθ' ὁ σκυτοτόμος, οὔθ' ὁ χαλκεύς, οὐδ' εἴ τις ἕτερος χειρώναξ ἢ βάναυσος τῶν μυστηρίων ἀτέλεστος οὐδὲ τῆς πρὸς τὸ θεῖον ἐμμελείας ἀμέτοχος, ἀλλ' ᾧ πρὸ βραχέος τὸ σκύτος ἐν ταῖς χερσίν, οὗτος ἔνδον γενόμενος τοῦ νεὼ ἀθρόον μεταπεποίηται, καὶ τήν τε φωνὴν συνηχεῖ ταῖς ἀγγελικαῖς σάλπιγξι, τούς τε δακτύλους ῥυθμίζει πρὸς τὴν τοῦ χοροῦ συμφωνίαν. οὐδὲ τὸ θῆλυ πόρρω τ[οῦ νεὼ.....] ἀλλὰ καὶ ταύταις ἔστι τινὰ μέλη τοῖς μείζοσι συνυπηχοῦντα χοροῖς· οὐ γὰρ κόκκινον νενησμένον, οὐδὲ τρίχας αἰγείας τῇ τοῦ θεοῦ σκηνῇ συνεισφέρουσι, πολλοῦ γε καὶ δεῖ· ἀλλὰ ταῦτα μὲν ἔξω που τοῦ ναοῦ ἀφιᾶσιν ὡς ἀσυντελῇ πρὸς τὴν κρείττω ἱερουργίαν, ψυχῆς δὲ ἁρμονίαν προσάγουσι καὶ γλώττης εὐρυθμίαν καὶ χειρῶν ἐργασίαν πνευματικήν. Τὰ μὲν οὖν περὶ τὴν ἐκκλησίαν αὐτῷ τοιαῦτα καὶ οὕτως εὖ ἔχοντα, ποδαπὰ δὲ καὶ τὰ ἐκτὸς τοῦ νεὼ θεωρήσωμεν. δημοσίων τελῶν ἐκκοπαί, γεωργικῶν ἔργων τῶν ἔξωθεν ἐπηρεαζόντων σχολαί, δικαστῶν ἐποχαί, δυναστῶν περὶ τὸν θεῖον ἀρχιερέα ὑποπτώσεις τε καὶ εὐλάβειαι, βασιλέων περὶ τὴν ἐκκλησίαν χεῖρες καὶ γνῶμαι φιλότιμοι. ἐπωρύονται κύματα ἕως τῶν οὐρανῶν ἀναβαίνοντα καὶ αὖθις μέχρι τῶν ἀβύσσων συγκαταρρέοντα, ἀλλὰ τὴν θείαν ταύτην οὐκ ἐπικλύζει μητρόπολιν, ἀλλ' ἐπειδὰν ἅψηται τῆς περιβολῆς τοῦ νεώ, ὑποστρέφει καὶ ἠρεμεῖ· πνεύματα ἐκ τῶν νεφῶν συρρηγνύμενα, τυφῶνες καὶ ἐκνεφίαι αὐτὸ δὴ τὸ νέφος ἐπισυρόμενοι, καὶ τὸ προστυχὸν παρασύροντα, ταύτην μόνην τὴν ἐκκλησίαν οὐ θορυβεῖ. δεδίασιν αὐτὴν καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμοί. καὶ βασιλεῖς πῦρ πνέοντες ταύτην μόνην οὐκ ἐμπιπρῶσιν αἰδοῖ τοῦ ἀρχιερέως καὶ φόβῳ τοῦ κατ' αὐτὸν ἀξιώματος. δεδίασι γὰρ τούτου καὶ χεῖρας ἐπαιρομένας πρὸς τὸν θεόν, τάς τε προφανεῖς εὐχὰς καὶ τὰς ἀφανεῖς, καὶ τὴν τῶν δακρύων ἐπιρροήν, καὶ τοὺς λεπτοὺς στεναγμούς, καὶ τοὺς τῶν γονάτων τύλους· πεφρίκασι τὴν τῶν νώτων ἐν ἀδύτοις κάμψιν. καὶ διὰ ταῦτα οὔτε τις πράκτωρ ἐκεῖσε βαρύς, ἢ ἵνα αἰνιττόμενος εἴπω, οὔτ' ἐρυσίβη τοῖς τῶν Εὐχαΐτων καρποῖς ἐνοχλεῖ, οὐ βροῦχος ἐμβέβηκεν, οὐκ ἀκρὶς καθίπταται, οὐ κάμπη συγκαταρρεῖ, οὐκ ἄλλο τι τῶν πικροτέρων ἢ τὴν καλάμην διαλυμαίνεται, ἢ τὰς θήκας κενὰς δείκνυσι τῶν καρπῶν, ἀλλ' οὐδὲ τὰς ἀμπέλους διολλύει ἡ χάλαζα, ἀλλ' αἵ γε ἐλαῖαι τεθήλασι, καὶ τὰ δένδρα βρίθουσι τοῖς οἰκείοις καρποῖς, καὶ καθ' ὥραν πάντα τετρύγηται. οὕτως ὁ ἀρχιερεὺς ἀντ' ἄλλου φυλακτηρίου πᾶσιν ἐστίν, οἷα δή τι χάλκεον τεῖχος ὅλην τὴν ἐκκλησίαν περιλαμβάνων, καὶ πᾶν ἐκεῖθεν τὸ βάρβαρον ἐμπιπρῶν, οὐχ ὡς ὁ ἐκ Σικελῶν Ἀρχιμήδης μηχαναῖς τισιν ἀστραπὰς ἐκεῖθεν ἐκπυρρηνίζων, ἀλλὰ θείῳ πυρὶ καταφλέγων τοὺς προσύλους καὶ φρυγανώδεις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν. Ἴσως μὲν οὖν τις τῶν πάντων ἐρεῖ, ὅτι χειρὸς εὐπορούσης ταῦτα, ἀλλ' οὐ φιλοτίμου ψυχῆς. τί δ' ἄν τις εἴπῃ