56
καὶ νοητοὺς πολεμίους. Φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ ὁ Θεός· "Κἀγὼ ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλοθεν." Τῇ δὲ εἰς Χριστὸν παροινίᾳ τοῖς ἐχθροῖς γεγονότες εὐάλωτοι, εἰς τὰ ἔθνη μετελθούσης τῆς χάριτος. Ὁ δὲ Σύμμαχός φησιν· Εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν πτώματος, τοῖς δύο οἴκοις Ἰσραὴλ, εἰς παγίδα, καὶ εἰς σκάνδαλον τῶν οἰκούντων Ἱερουσαλήμ. ∆ύο δὲ οἴκους φησὶ, τόν τε τῶν ἀρχόντων καὶ τὸν τῶν ἀρχομένων, τὸ πᾶν ἔθνος δηλῶν. Καὶ οἱ λοιποὶ δὲ, τοὺς δύο οἴκους ἐξέδωκαν. ∆ιὰ τοῦτο δὲ, φησὶν, ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, δῆλον δι' ὅτι γέγονεν αὐτοῖς εἰς λίθον προσκόμματος. Ἀντὶ δὲ τοῦ ἐγγιοῦσιν, Σύμμαχος ἐξέδωκεν, Καὶ παγιδευθήσονται καὶ 1989 συλληφθήσονται. Τὸ δὲ, ἄνθρωποι ἐν ἀσφαλείᾳ, περιττὸν, καὶ ὠβέλισται. ιιηʹ. 9Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ9, κ.τ.λ. Τὸν πρῶτον στίχον ὁ Σύμμαχος οὔτως ἐξέδωκεν· ∆ῆσον μαρτύριον, σφράγισαι τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οἷς καὶ τὰ Ἀκύλου συνᾴδει. Τότε δὲ, φησὶ, μετὰ τὸ συμβῆναι τὰ εἰρημένα τοῖς δύο οἴκοις τοῦ Ἰσραήλ· τότε δῆσον τὸν νόμον. Οὐκέτι γὰρ χρεία τοῦ Μωϋσέως νόμου, οὐδὲ τῶν παρ' αὐτοῦ μαρτυρίων, τῆς καινῆς παραδιδομένης διδασκαλίας τοῖς διδακτοῖς αὐτοῦ, τοῖς ἐξ ἐθνῶν κεκλημένοις, οἵτινες φανεροὶ ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτὸν, οὐκ ἔτι ὄντα χρήσιμον τῇ παραθέσει τοῦ κρείττονος. Ἄρ' οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων Χριστοῦ λέγοντος· "∆ιὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι πλουσίῳ ἀνθρώπῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά." Οὐκ οὖν, οὐ καθάπαξ, τὴν δὲ σωματικὴν ἐκδοχὴν αὐτοῦ παραιτούμεθα. Τινὲς δὲ διαβάλλεσθαι διὰ τούτων φασὶ τοὺς τῷ θείῳ νόμῳ τὰς ἀκοὰς ἀποκλείοντας, οἳ καὶ σφραγίζεσθαι λέγονται, τῇ μορφῇ τοῦ ἀντικειμένου ἑαυτοὺς ὁμοιώσαντες, μὴ θέλοντες ἐν ἑαυτοῖς μορφωθῆναι Χριστόν. Προτιμῶντες δὲ τοῦ ἐπουρανίου τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀφ' ἑαυτοῦ δὲ ὁ νόμος τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἐσφράγισται διὰ νοῦ γυμνασίαν οὕτω παραδοθείς. Ὁ δὲ μὴ τῇ μελέτῃ λῦσαι τῇ ἀγνοίας ἐπιχειρῶν τὸν δεσμὸν σφραγίζειν αὐτὸν λέγεται. Ἐσφράγιζον καὶ Ἰουδαίων οἱ διδάσκαλοι προφάσει τῆς κατὰ τὸ γράμμα τηρήσεως οὐκ ἀποκαλύπτοντες τὰ ἐν τῷ βάθει μυστήρια. Περὶ ὧν, φησὶν ὁ Σωτὴρ, ὄτι Ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε. Ὁ δὲ τοιοῦτός φησιν Ἰουδαϊκός· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα, καὶ τὰ ἑξῆς. Λέγει δέ· Οὐ δέχομαι τὸν Ἐμμανουὴλ, εἰ καὶ νῦν ἐγκαταλέλειμμαι· μενῶ δέ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ τοῦ νῦν ἡμᾶς ἀποστραφέντος. Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, οἱ εἰς Χριστὸν ἠλπικότες ταῦτά φασιν, τὸν μὲν νόμον ἀποστρεφόμενοι, τὴν δὲ τοῦ Χριστοῦ περιμένοντες χάριν, ὡς ἂν αὐτῶν ἁγίασμα γένηται· κατὰ τό· "Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι." [ὑπομένει δὲ Κύριον] Ὃς καὶ καρτερεῖ τὰ δοκοῦντα Θεῷ, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἀνέχεται, στάσιν ἐν Θεῷ ποιούμενος ἀσφαλῆ, διὰ τοῦ βλέπειν, ὡς ἀπεστράφη Θεὸς τοὺς ἠπειθηκότας αὐτῷ. Τινὲς δὲ οἱ ταῦτα λέγοντες· διδάξει τὸ τοῦ Μονογενοῦς πρόσωπον εἰσαχθὲν καὶ λέγον περὶ αὐτῶν· 1992 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· ἃ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους παρέθετο. Τὰ μὲν γὰρ Ἰουδαϊκὰ παιδία ἐξ ἀνδρός τε καὶ γυναικός· τὰ δὲ, τοῦ χρηματίζοντος ταῦτα Κυρίου, οὐκ ἐξ αἵματος, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τοῦ Πατρὸς αὐτῷ τοιαῦτα τέκνα δεδωρημένου κατὰ σάρκα. Καθ' ὃ γὰρ Θεὸς, πάντων κρατεῖ φυσικῶς, μηκέτι τῷ Μωϋσέως προσέχοντα νόμῳ. Παιδία δέ φησι τοὺς πιστοὺς, ὡς ἀναγεννηθέντας τῷ πνεύματι, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδυσαμένους· ἁπαλοὺς τὸν τρόπον, καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τῶν τελειοτέρων τροφὴν τῶν μυστηρίων χωροῦντας. ∆οὺς δὲ ἡμῖν καὶ τὸ κράζειν ἐν πνεύματι, Ἀββᾶ ὁ πατὴρ,