De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
μονοθύρου τοῦ ἐπὶ τὸ Εἰδικόν, καὶ κατέρχεται τὰ βαθμίδια τοῦ Λαυσιακοῦ. Οἱ δὲ τῆς συγκλήτου, σπαθαροκανδιδάτοι καὶ οἱ τοῦ μαγλαβίου καὶ λοιποὶ οἰκειακοὶ μένουσιν ἐν τῷ Λαυσιακῷ ἔνθεν κἀκεῖσε, ὑπερευχόμενοι τὸν βασιλέα καὶ δηριγευόμενος ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, εἰσέρχεται ἐν τῷ Τριπέτωνι, καὶ μένουσιν ἐκεῖσε οἱ πρωτοσπαθάριοι ὑπερευχόμενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς εἰσέρχεται μετὰ τοῦ κουβουκλείου καὶ πατρικίων ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ἀπελθὼν ὁ βασιλεὺς ἵσταται ἐν τῷ δεξιῷ μέρει τοῦ Χρυσοτρικλίνου πλησίον ὡς πρὸς τὴν καμάραν τὴν εἰσάγουσαν πρὸς τὸν κοιτῶνα, οἱ δὲ πατρίκιοι ἵστανται ἐν τῷ ἀριστερῷ μέρει τοῦ αὐτοῦ Χρυσοτρικλίνου, καὶ ἵστανται ἔμπροσθεν τοῦ σένζου, βαστάζοντες τά τε λιτανίκια αὐτῶν κηρία καὶ τοὺς σταυρούς, οἱ δὲ ἱερεῖς ἀνέρχονται μέσον διὰ τοῦ Χρυσοτρικλίνου, καὶ ἵστανται πλησίον τοῦ σένζου. Ὁ δὲ διάκονος τίθησι τὸ Εὐαγγέλιον ἐν τῷ βασιλικῷ θρόνῳ, καὶ γίνεται ἡ συνήθης ἐκτενή, καὶ ἀπέρχεται ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου καὶ τῶν ἱερέων εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Φάρῳ, οἱ δὲ πατρίκιοι ὑπερευξάμενοι τὸν βασιλέα ἐξέρχονται. Καὶ εἶθ' οὕτως, εἰ κελεύει ὁ βασιλεύς, προσκαλοῦνται τοὺς πατρικίους, καὶ συλλειτουργοῦσι τῷ βασιλεῖ ἐν τῷ ναῷ τῆς παναγίας Θεοτόκου· ἢ καὶ οὐχί, λειτουργοῦσιν ἔξω εἰς Ἅγιον Στέφανον τοῦ 1.164 Ἱπποδρόμου. Στοιχηθέντος δὲ τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ μετὰ τὴν ἀπόλυσιν τῆς θείας λειτουργίας ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ ἀπὸ σκαραμαγγίου, ὡσαύτως καὶ οἱ κληθέντες· ἀπὸ γὰρ τῆς λιτῆς πάντες ἀλλάσσουσιν. Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ ἐν ταύτῃ τῇ ἑορτῇ ὁ Εὐαγγελισμὸς τῆς ὑπεραγίας Θεοτόκου, τελεῖται οὕτως· λιτανεύει ὁ βασιλεύς, ὡς ἀνωτέρω εἴρηται, ἐκτελῶν ἅπαντα ἀκολούθως ἐν τοῖς εὐκτηρίοις τῆς ∆άφνης· τελέσας δὲ ἅπαντα, ὡς εἴθισται αὐτῷ τῇ τῶν Βαΐων ἡμέρᾳ τελεῖν, οἱ μὲν ἱερεῖς, μετὰ τὸ ἐκτελέσαι πάντα ἀκολούθως ἐν τῷ Ἁγίῳ Στεφάνῳ, ἀπέρχονται αὐτοὶ μόνον ἐν τῷ παλατίῳ λιτανεύοντες, ὁ δὲ βασιλεὺς εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ καιροῦ, μηνύει ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ὀκταγώνῳ, περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν βεστητόρων, καθὼς εἴθισται, καὶ δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου ἀρχόντων, ἐξέρχεται διὰ τοῦ Αὐγουστέως, καὶ διελθὼν τὸ στενόν, ἤγουν τὴν Χρυσῆν Χεῖρα, ἀνέρχεται εἰς τὸν Ὀνόποδα, καὶ στὰς ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνόποδος, δέχονται αὐτὸν ἐκεῖσε οἱ πατρίκιοι καὶ στρατηγοί· πεσόντων δὲ καὶ προσκυνησάντων, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, κἀκεῖνος λέγει· "Κελεύσατε." Ἀπὸ δὲ τῶν ἐκεῖ διέρχεται, τελῶν ἅπαν ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐν τῇ προελεύσει τοῦ Εὐαγγελισμοῦ ἐπὶ λεπτῷ ἐξεθέμεθα. Ἰστέον ὅτι τῇ αὐτῇ ἡμέρᾳ τῶν Βαΐων καὶ ἡ Αὐγούστα δέχεται τὰ βῆλα ὁμοίως τῷ βασιλεῖ, καὶ τοὺς σταυροὺς λαμβάνει ἐκ τῶν κατὰ τύπον εἰσερχομένων ἐπὶ τοῦ βασιλέως οὕτως καὶ ἐπ' αὐτῆς.
1.165 ΜΒʹ (ΛΓʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἁγίᾳ καὶ μεγάλῃ εʹ καὶ ἐπὶ τῆς τοῦ βασιλέως περιόδου ἐν τοῖς γηροκομίοις.
Ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου ὥρᾳ πρώτῃ ἢ καὶ δευτέρᾳ ἐν τῷ Ἱπποδρομίῳ. Ἱππεύσας δὲ ἐκεῖσε, δηριγευόμενος ὑπὸ τῶν κατὰ συνήθειαν, ἀπέρχεται ἐν τοῖς γηροκομίοις, ἐκπληρῶν τὴν παρὰ τοῦ Προφήτου, μᾶλλον δὲ τοῦ Κυρίου, εἰρημένην φωνήν· "Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος," πλουτοποιῶν ἅπαντας καὶ παραμυθούμενος ἐκ τῶν παρὰ Θεῷ δεδωρημένων αὐτῷ ἀνεξαντλήτων θησαυρῶν. Ἐκτελέσας δὲ ἅπαντα τὰ κατὰ συνήθειαν ἐν ἑκάστῳ γηροκομίῳ, ὑποστρέφει ἐν τῷ παλατίῳ, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ λοιποὶ ἀπέρχονται ἐν τοῖς ἰδίοις αὐτῶν τόποις. Καταλαβούσης δὲ τῆς ὥρας τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν· καὶ εἰ κελεύει ὁ βασιλεύς, προσκαλοῦνται οἱ πατρίκιοι, καὶ συλλειτουργοῦνται αὐτῷ, εἰ δὲ μήγε, ἐξέρχονται ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος