περὶ ὧν πρὸ τῆς ἀρχιερωσύνης, ὁπηνίκα οὐδὲ πολλαὶ τῶν χρημάτων ἦσαν αὐτῷ ἀφορμαί, λαμπρῶς κατεσκεύασε καὶ μεγαλοπρεπῶς ἀπειργάσατο; ὃν γὰρ ἤγειρε τῷ μάρτυρι Θεοδώρῳ ναὸν ἐπ' αὐτῆς τῆς πατρίδος οὐκ οἶμαι δεύτερον εἶναι τῶν περιβοήτων τινὸς καὶ οὓς βασιλεῖς ἀφιδρύσαντο· οὕτω γὰρ καὶ τοῦτον ἐδείματο καὶ πᾶν ὅσον λαμπρότατον συνεισήνεγκεν, ὡς μηδένα τῶν ἄλλων τοῦτον νικᾷν δύνασθαι, ἀλλ' αὐτὸν ἑαυτοῦ ἡττᾶσθαι ἐφ' οἷς μετὰ ταῦτα πεποίηκε. καὶ οὐ μέχρι τοῦ μεγαλοπρεποῦς ἔστη, ἀλλὰ καὶ ψυχῶν κάθαρσιν καὶ σώματος ἁγνείαν, οὐκ ἔξωθεν τοῦ νεώ, ἀλλ' ἔσωθεν οἱονεί τινα ψυχὴν σώματι ἐπεισήνεγκεν. ἱεροὶ γὰρ ὕμνοι κἀκεῖσε καὶ θεοπρεπεῖς λειτουργίαι διηνεκεῖς, καὶ Ναζιραίων χοροστασίαι οὐκ ἐλάττους τῶν ∆αυϊτικῶν χορῶν, τῷ γε καλλίστῳ τοῦ σχήματος παρὰ τοῦ ἀνδρὸς ἐνομοθετήθησαν· ἔνθα ψυχῆς μὲν κάθαρσις τὸ φιλοσοφούμενον, ὕμνος δὲ εἰς θεὸν τὸ τελούμενον. Καὶ μεμίμηται τὴν τῶν κρηπίδων τοῦ νεὼ πῆξιν τῆς νομοθεσίας τὸ πάγιον. αἱ γὰρ ἔγγραφοι περὶ ὧν τοῖς ἀσκηταῖς ἐνομοθέτησε διατάξεις, ἀντ' ἄλλου τινὸς φυλακτηρίου αὐτάρκεις τῷ πράγματι. ἔσται τοιγαροῦν ὥσπερ φιλότιμος χείρ, οὕτω καὶ πλουσία ψυχή, ταμεῖον ἔχουσα μὴ κενούμενον τὸν θεόν, καὶ ὅπερ ταῖς εὐπόροις χερσὶ τὰ ταμεῖα καὶ τὰ κιβώτια, οὕτω ταῖς μεγαλοπρεπεστέραις ψυχαῖς οἱ ἄνωθεν θησαυροί. κἂν βουληθείη πένης φιλόσοφος ὕδωρ οὐράνιον ἐπισπάσασθαι, ἀνοιγήσονται τούτῳ οἱ καταρράκται τοῦ οὐρανοῦ, οὐχ ἧττον ἢ τῷ Θεσβίτῃ, κἂν χρημάτων ἐπιδεηθείη ποτέ, ὁ τῶν πάντων πλοῦτος εἰς ἔρανον τούτῳ ἀρκέσει, καὶ ὥσπερ τὴν θείαν ἐργαζομένῳ σκηνήν, οὐκ ἀρρένων μόνον βραχίονες εἰς τὴν ἐργασίαν λυσιτελήσουσιν, ἀλλὰ καὶ τὸ θῆλυ νήθουσαι τοῖς δακτύλοις ἔρια βεβαμμένα καὶ ὑφάσματα συνεισάξουσιν. οὕτω γοῦν καὶ τῷ νέῳ τούτῳ Βεσελεὴλ καὶ ὄντως τῶν θείων σκηνῶν ἀρχιτέκτονι, αὐτὸς ὁ παρὰ τῶν στοιχείων εἰσαγόμενος πλοῦτος, θεοῦ προστάττοντος ἄνωθεν εἰς τὰ φιλοτεχνήματα ἐξαρκεῖ. Ἔοικα δὲ πολλὰ ὑπερβαίνειν τῶν ἀναγκαίων εἰρῆσθαι· οὐ γάρ μοι κατ' ἐξουσίαν ὁ λόγος συντέθειται ὥσπερ ἐπ' ἐλευθέρου ἀγῶνος· ἀλλ' ὥσπερ εἰ κωμῳδίαν ἐποιούμην τινὶ τῶν ἀξίων ἀκούειν κακῶς, ᾐσχύνθην ἂν τὸν κωμῳδούμενον, οἷος ὁ ἐμὸς τρόπος, βάλλων ἀπὸ τῆς σκηνῆς καὶ πολλοῖς προσώποις τοῦτον ὑποκρινόμενος. οὕτω δὴ ἐρυθριῶ καὶ τὸν ἄνδρα τοῦτον τιμῶν, εἰδὼς ὅτι περ καὶ τοῖς ὀλίγοις ἐπαίνοις ἀπέχθοιτο, καὶ φορτικὸν ἄλλως αὐτῷ καὶ τὸ βραχὺ τῆς εὐφημίας πρόσρημα. τοσοῦτον γοῦν ὁ λόγος ζῶντι τῷ ἀνδρὶ ἐζημίωται, ὅτι μὴ ἔχει τῶν ἐγκωμίων ἐλευθερίαν, τοσοῦτον τὸ περιὸν τῆς ἀρετῆς τῷ ἀνδρί, ὅτι ὥσπερ αὐτὸς τὴν καλοῦ διώξας ἰσότητα, τὴν ἐναντίαν ὁδὸν πρὸς ἑαυτὸν ἔρχεται. καὶ ἀγρυπνῶν μὲν εἴποι ἂν ὑπνώττειν πολλά, καὶ δικαιοσύνης ἐπιμελόμενος ἀδικίαν ἑαυτοῦ καταγνοίη, καὶ τὰ πρῶτα ὢν γνώσεως καὶ φρονήσεως, μήτ' εἰδέναι τι τῶν ὅσοις σοφία ἐπιστατεῖ, μήτε πράττειν τε καὶ λέγειν ὁπόσα δὴ ἐν καιρῷ ποιεῖν προσποιοῖτο, ἀλλὰ τἀναντία πράττων τε καὶ λέγων, ἐκ τῶν ἐναντίων ἡδέως ἂν αὑτὸν γράψειεν. οὕτω δὴ καὶ τοὺς περὶ αὐτοῦ λέγειν προῃρημένους, εἰ μὴ ἀτιμάζειν πείσειεν, ἀλλ' ἐλαττοῦν ἀναγκάσειε τὰ ἐγκώμια. Ἔγωγ' οὖν, εἰ μὴ τοῦτον ἐφοβούμην τὸν φόβον καὶ ὑπώπτευον τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, πάλαι ἂν καὶ τοῖς Παύλου πόνοις τὰ κατ' αὐτὸν ἀπείκασα πράγματα. ποιοῦμαι δὲ ἐν τῷ λεληθότι πρὸς ὑμᾶς τὸν λόγον, ἵνα μὴ ὁ ἐγκωμιαζόμενος πύθοιτο. εἰ γὰρ καὶ μὴ σύμπασαν διελήλυθε τὴν οἰκουμένην κηρύττων τὸ εὐαγγέλιον, μηδ' εἰς Ἀραβίαν ἀνελήλυθε, μηδὲ μέχρι τοῦ Ἰλλυρικοῦ προελήλυθεν, ἀλλ' ἥν γε ἐκληρώσατο πόλιν καὶ ὅπερ ἐπιστεύθη ποίμνιον, οὕτω δή, τὴν μὲν ἐτείχισε, τὸ δὲ ἔθρεψε καὶ ἐποίμανεν, ὡς ἐκείνην μὲν ἀντ' ἄλλου τινὸς φυλακτηρίου καὶ τῶν ἐγγὺς προβεβλῆσθαι πόλεων, τοῦτο δὲ μήτε πηγῶν ἀπορεῖν τῶν ἡδίστων, μήτε νομῆς τῶν τροφίμων, ἀλλ' ἔχειν τὰς μὲν καὶ ἑτέροις ποιμνίοις ἐκχεῖν,