57
ἀδελφοὺς ἡμᾶς προσηγόρευσεν τῷ Πατρὶ καθάπερ ἀντιδιδοὺς οὓς ἐδέξατο· πρὸς ὃν καί φησιν· "Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας." Κατὰ τό· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου." ∆ιὰ τούτων δὲ τῶν παιδίων, φησὶν, ἔσται σημεῖα καὶ τέρατα· ὅθεν οὕτως ἐξέδωκαν οἱ λοιποί· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ δέδωκέν μοι ὁ Κύριος, εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν Ἰσραήλ. Ἔδωκε γάρ μοι, φησὶν, αὐτὰ θαυματουργεῖν δι' αὐτῶν· οἷς καὶ ἔλεγεν ὁ Σωτὴρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἀποστέλλων αὐτὰ, "Ἀσθενοῦντας θεραπεύετε, δαίμονας ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε." ∆ι' ὧν σημείων καὶ ἡ τῶν ἐθνῶν ἐγίνετο κλῆσις. Τὸ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ πρὸς ἀρετὴν ἐκ κακίας μεταβαλεῖν, Ἐκκλησίας τε Θεοῦ πανταχοῦ συστῆναι τῆς γῆς, Θεοῦ χάριτος ἐναργῆ σημεῖα καθέστηκεν. Ἅπερ ἐστὶ παρὰ τοῦ Κυρίου σαβαώθ. Τίς δὲ ἄλλος τῶν στρατιωτῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχιστράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ, παρ' οὗ δέδοται τοῖς παιδίοις τὰ σημεῖα τοῖς εἰς αὐτὸν πεπιστευκόσιν; περὶ ὧν αὐτὸς λεγόντων· "Ὡσαννᾶ ἐν τοῖς ὑψίστοις," εἰρῆσθαι, φησὶ τὸ, ὅτι "Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον." Περὶ ὧν ἐξομολογούμενος τῷ Πατρὶ, φησὶν, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Τὰ μυστικὰ παιδία νηπίους καλῶν τοὺς διὰ τῆς μαθητείας τῆς ἀποκαλύψεως τῶν μυστηρίων τυχόντας, οἷς ἀπεκάλυψεν ὁ ἐν Σιὼν κατοικῶν τῷ ἐπουρανίῳ ὄρει. Περὶ οὗ φησιν ὁ Ἀπόστολος· "Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ." 1993 ιθκβʹ. 9Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν. Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; Τί ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούσ9; κ.τ.λ. Κατηχητικὸν ἐξυφαίνει λόγον ὁ Ἐμμανουὴλ τοῖς εἰς τέκνα λελογισμένοις, τῆς ἀρχαίας ἀπάγων αὐτοὺς δεισιδαιμονίας, ὡς ὄντας αὐτοῦ διδακτούς. Εἰ γὰρ συγγενεῖς ὑμᾶς [φησὶν] ἢ φίλοι παρακαλοῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθεῖν, μὴ πείθεσθε τῇ συμβουλῇ, προφάσει προγνώσεως. Ταῦτα γὰρ ἐνεργοῦσιν ἐπὶ καταστροφῇ τῶν γινομένων οἱ δαίμονες. Καὶ πάθη γὰρ θεραπεύειν, καὶ προλέγειν ἰσχύουσι· τὸ μὲν, διὰ τὸ διορατικώτεροι εἶναι τῶν ὑλικωτέρων ἰδιωμάτων, οἷον βοτανῶν ποιότητος καὶ κατ' ἀλλήλου προσαγωγῆς· τὸ δὲ, τὸ πρώτους ὁρᾷν τὰ γεγενημένα, καὶ ὡς ἐσόμενα δῆθεν προβάλλεσθαι. Οἷον γνόντες τὰ τετυπωμένα περὶ Σαοὺλ ἀποφάσει τε δημοσιευθέντα Θεοῦ, τὸ τοῦ Σαμουὴλ σχηματισάμενοι πρόσωπον, ὡς ἰδίαν ἀπόφασιν ἀφηγήσαντο. Ἀπὸ γῆς δὲ φωνεῖν τοὺς ἐγγαστριμύθους φησίν. Οὐδὲν γὰρ οὐράνιον φθέγγονται· ὅπερ ὁμολογεῖ καὶ ἡ λέγουσα πρὸς Σαοὺλ, Ὁρῶ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. Ψυχὰς γὰρ ἐπαγγέλλονται τετελευτηκότων ἀνάγειν εἰς τὴν τῶν ζητουμένων φανέρωσιν· οὓς καὶ ματαιολόγους λέγει καὶ φωνοῦντας ἐκ κοιλίας· οὓς ὀνομάζουσι πυθῶνας· τάχα καὶ ὡς ἀπὸ καρδίας ἑαυτῶν φθεγγομένους. Ἀναπλάττει γὰρ τὸ ψεῦδος, τοῦ τῶν παρόντων θελήματος στοχαζόμενος. Λέγοιντο δ' ἂν οὕτω, καὶ ὧν ὁ Θεὸς ἡ κοιλία, κἂν εὐλάβειαν ὑποκρίνοιντο καὶ διδάσκοιεν, πληρῶσαι ταύτην ἐθέλοντες. Κενολογοῦσι γὰρ, οὐκ ἀπὸ διαθέσεως λέγοντες. Ὁ γὰρ μὴ ποιῶν καὶ διδάσκων, πρὸς ὠφέλειαν οὐκ ἀξιόπιστος. Τὸ δὲ, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσιν; Κατ' ἐρώτησιν εἴρηται καὶ κατ' ἔλλειψιν ἴσως τοῦ, λέγετε πρὸς αὐτούς. Εἰ γὰρ ἕκαστον ἔθνος, εἰ καὶ πεπλανημένως, ὅμως δ' οὖν τοῦ ἰδίου Θεοῦ περιέχεται. Τοὺς τὴν ἀπλανῆ γνῶσιν ἔχοντάς τι ποιητέον, ἢ τὸν ἑαυτῶν ἐκζητῆσαι Θεὸν, μηδὲ ἐρωτᾷν περὶ πραγμάτων τοὺς ἁπάσης ἑτερημέρους ζωῆς; ἢ περὶ τῶν εἰδώλων λέγων, ἢ περὶ τῶν τῆς ὄντως ἐκπεπτωκότων ζωῆς, ὁποῖοι διὰ τῆς ἀποστασίας οἱ δαίμονες, μὴ ἔχοντες ἐν ἑαυτοῖς τὸν ζῶντα τοῦ Θεοῦ λόγον· ἢ καὶ ὅτι ἄτοπον περὶ τῶν ἔτι ζώντων ἐπερωτᾷν τοὺς ἐν τῇ γῇ κειμένους. Πᾶσα γὰρ ἡ τοιαύτη μαγγανεία περὶ τὰ μνήματα στρέφεται. Τὸ δὲ, τί ἐκζητοῦσιν; δυσανασχετοῦντός ἐστιν ἐπὶ τῇ τούτων ἀνοίᾳ, δι'