De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Στεφάνου, ἐκεῖσε τελοῦντες τὴν 1.166 θείαν λειτουργίαν, [καὶ εἰ κελεύει ὁ βασιλεὺς προσκαλοῦνται οἱ πατρίκιοι]. Τῆς δὲ θείας λειτουργίας τελεσθείσης, καθέζεται ἐν τῷ νάρθηκι τοῦ αὐτοῦ ναοῦ ἐν τῷ σκάμνῳ, καὶ εἰσελθόντες οἵ τε μαγίστροι καὶ πατρίκιοι, πραιπόσιτοι καὶ λοιποί, λαμβάνουσι διὰ χειρὸς τοῦ βασιλέως ἀνὰ μήλων δύο καὶ ἑνὸς κινναμώμου. Εἰ δὲ οὐ κελεύει ὁ βασιλεὺς καθεσθῆναι ἐν τοῖς ἐκεῖσε, ἀπέρχεται ἐν τῇ βασιλικῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου, καὶ καθέζεται ἐν τῷ ἐκεῖσε ὄντι σκάμνῳ ἐπιτελῶν πᾶσαν τὴν προρρηθεῖσαν διανομήν. Αὐτοὶ δὲ ἀσπαζόμενοι τὰς τοῦ βασιλέως χεῖρας, ἐξέρχονται ὑπερευχόμενοι αὐτόν, καὶ μετὰ ταῦτα ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ φίλων, οὓς ἂν ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι. Ἰστέον δὲ ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀλλάξιμα οὔκ εἰσιν. 1.167 ΜΓʹ (Λ∆ʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ μεγάλῃ Παρασκευῇ, καὶ ὅσα ἐν
αὐτῇ τελεῖται. Περὶ ὥραν δευτέραν ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ἱπποδρομίῳ, ἱππεύει ἐκεῖσε καὶ ἀπέρχεται ἐν Βλαχέρναις, καὶ εἰσελθὼν ἐν τῷ ναῷ, ἀπέρχεται μέχρι τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ λαβὼν θυμιατόν, θυμιᾷ κυκλόθεν, καὶ ὑπαλλάξας τὴν ἁγίαν τράπεζαν, τίθησιν ἐν αὐτῇ ἀποκόμβιον, καὶ ἐξελθὼν διὰ τῆς πλαγίας, εἰσέρχεται εἰς τὸν ναὸν τῆς ἁγίας σοροῦ, καὶ ἅψας κηροὺς εἰς τὸν αὐτὸν ναὸν ἐν τῇ προσευχῇ αὐτοῦ, ὡς εἴθισται αὐτῷ, ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ εἰσελθὼν εἰς τὸ θυσιαστήριον, λαβὼν θυμιατόν, θυμιᾷ τὴν ἁγίαν τράπεζαν κυκλόθεν, καὶ λαβὼν ἀποκόμβιον, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ εἶθ' οὕτως ὑποστρέψας εἰσέρχεται ἐν τῷ παλατίῳ, εἴτε ἔφιππος, εἴτε διὰ τοῦ πλοός. Καὶ περὶ ὥραν τρίτην ἢ καὶ τετάρτην τῆς αὐτῆς ἡμέρας ἀπέρχονται οἱ πατρίκιοι ἀπὸ κελεύσεως ἐν τῷ ναῷ τῆς Ἁγίας Εἰρήνης, ὅπως, τελοῦντος τοῦ πατριάρχου τὰς θείας κατηχήσεις ἐν τῷ αὐτῷ ναῷ, τύχωσιν ἐκεῖσε. Ἰστέον δὲ ὅτι, εἰ μὲν πρὸ τῆς τριτοέκτης ὑποστρέφει ὁ βασιλεὺς ἀπὸ Βλαχέρνας, εἰσέρχεται πρῶτον ἐν τῷ βεστιαρίῳ, καὶ ἐκβάλλει τήν τε χρυσῆν τράπεζαν μετὰ τῶν λοιπῶν χρυσῶν σκευῶν τῶν μελλόντων καθυπουργῆσαι τῇ διακαινησίμῳ ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ εἶθ' οὕτως τελοῦσι τὴν 1.168 τριτοέκτην, καὶ προσκυνεῖ τὴν τιμίαν λόγχην. Ὁμοίως εἰσέρχονται καὶ οἱ πατρίκιοι ἀπὸ κελεύσεως μετὰ τοῦ κουβουκλείου, πρωτοσπαθάριοί τε καὶ οἱ ἐπὶ τῶν οἰκειακῶν, προσκυνήσαντες καὶ αὐτοὶ τὴν τιμίαν λόγχην, καὶ ὑπερευξάμενοι τὸν βασιλέα, ἐξέρχονται. Εἰ δὲ μετὰ τῆς τριτοέκτης ὑποστρέψει ἀπὸ Βλαχέρνας, ὡς τελέσας ἐκεῖσε πρῶτον τὴν τριτοέκτην, προσκυνεῖ τὴν τιμίαν λόγχην μετὰ τῶν ἀνωτέρω εἰρημένων ἐν τῷ Φάρῳ, καὶ εἶθ' οὕτως εἰσέρχεται ἐν τῷ βεστιαρίῳ, καὶ ἐκβάλλει τὰ σκεύη, ὡς προείρηται. Ἰστέον δὲ καὶ τοῦτο ὅτι καὶ διὰ τοῦ πλοὸς ἀπέρχεται ὁ βασιλεὺς ἐν Βλαχέρναις, ἀλλ' οὖν καὶ φιλοκαλεῖ τὸ ἅγιον βῆμα τῆς ἁγίας σοροῦ, καὶ ὑποστρέψας ἀπὸ ἱματίου, εἰσέρχεται εἰς τὰ γηροκομεῖα τῶν Κύφης καὶ ῥογεύει τοὺς γέροντας καὶ λωβοὺς καὶ ὑποστρέφει εἰς τὸ παλάτιον.
1.169 Μ∆ʹ (ΛˉˉΕʹ) Ὅσα δεῖ παραφυλάττειν τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ.
58
Περὶ ὥραν τρίτην ἀλλάσσει τὸ κουβούκλειον, καὶ δίδοται ἀπὸ κελεύσεως μεταστάσιμον διὰ τοῦ τῆς καταστάσεως ἐν τῷ Λαυσιακῷ, καὶ οἱ μὲν βαρβάτοι ἄρχοντες διέρχονται διὰ τοῦ μονοθύρου τοῦ ὄντος ἐπὶ τὸ Εἰδικὸν, καὶ ἐξέρχονται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου, ἐξέρχεται ἀπὸ τοῦ Χρυσοτρικλίνου, καὶ διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ, φορῶν σαγίον, καὶ ἐξέρχεται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου, εἶθ' οὕτως διέρχεται, δηριγευόμενος ὑπὸ πάντων, διά τε τῆς Ἀψίδος καὶ τῆς ∆άφνης, ἅπτων ἐν τοῖς ἐκεῖσε οὖσιν εὐκτηρίοις κηρία, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγουστέως. Καὶ ἀλλάσσουσιν οἵ τε πατρίκιοι, δομέστικοί τε καὶ ἡ σύγκλητος ἅπασα ἀτραβατικὰ χλανίδια, ὁμοίως καὶ οἱ τοῦ κουβουκλείου ἄρχοντες περιβέβληνται χλανίδια τύρεα, οἱ δὲ πραιπόσιτοι λεοντάρια χρυσόταβλα. Καὶ καταλαβόντος τοῦ