«οὐ γὰρ ἔα πόνος ἄλλος» ἀσχολουμένῳ περί τι ἀνθρώπῳ ἁρμόζει. (ῃ. 516) Περὶ δὲ τοῦ μεταλλᾶν ἑτέρωθι δηλοῦται. οὗ παράγωγον παρὰ τοῖς ὕστερον τὸ μεταλλεύειν, ἵνα ᾖ ὡς συλῶ συλεύω, οὕτω μεταλλῶ μεταλλεύω. (ῃ. 519-26) Ὅτι οἱ δύο Αἴαντες καὶ Ὀδυσσεὺς δὲ καὶ ∆ιομήδης οὐ μόνον ὤτρυνον τοὺς ∆αναοὺς πολεμίζειν, 2.140 ἀλλὰ καὶ αὐτοὶ ἔμενον ἀσφαλῶς ἐν τῷ πολέμῳ πυκνωθέντες, καὶ διὰ τοῦτο, φησί, «νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσιν ἀτρέμας, ὄφρα», ἤγουν ἕως, «εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἳ νέφεα σκιόεντα πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες». Καὶ σημείωσαι ὅτι νῦν μὲν νεφέλαις ἠρεμούσαις εἰκάζει τοὺς ἥρωας τούτους. ἀρκεῖ γὰρ καὶ τὸ μόνον δυνηθῆναι ἀντιστῆναι. πρό δέ γε τούτου νέφει κινουμένῳ τὰς τῶν Αἰάντων εἴκασε τάξεις, ὡς προγέγραπται. ἐποίησε δὲ ἐκεῖνο μὲν διὰ τὴν ὁρμήν, τοῦτο δὲ διὰ τὴν μονήν. (ῃ. 523) Ὅρα δὲ τὸ νηνεμίας, σχῆμα ὂν Ἀττικὸν ἐλλειπτικόν. Τὸ γὰρ τέλειόν ἐστι νηνεμίας οὔσης, ἢ ἐν καιρῷ νηνεμίας ἢ ἐπὶ νηνεμίας, ὁποῖά εἰσι καὶ τὸ θέρους καὶ χειμῶνος καὶ νυκτός καὶ ἡμέρας. καὶ αὐτὰ γὰρ ὁμοίως ἐλλειπτικῶς προάγεται. Σημείωσαι δὲ καὶ ὅτι οὐ μόνον κατὰ τὴν παροιμίαν ἀνέμοις θάλασσα δουλεύει καὶ πῦρ, ἀλλὰ καὶ αὐτὰ τὰ νέφη. Νηνεμίας μὲν γὰρ οὔσης ἵστανται, ἀνέμων δὲ πνοαῖς διασκίδνανται λυομένης τῆς πυκνώσεως, ὡς καὶ οἱ ἥρωες οὗτοι οὐ μέχρι τέλους ἑστήξονται ἐν πυκνότητι, ἀλλὰ μετὰ μικρὸν κινηθέντες συρρήξουσι πόλεμον. (ῃ. 523) Τὸ δὲ «ἔστησε» τὸν ἐν τοῖς νέφεσι δηλοῖ στηριγμὸν ἐξ ἀκινησίας. ἔστι δὲ ἄλλως καίριον ἐπ' αὐτῶν καὶ τὸ ἐκρέμασε. Ζεὺς δὲ αὐτὰς ἔστησεν, ἤγουν ἀὴρ νήνεμος. Ἀκροπόλοις δὲ ὄρεσιν, ὡς ἄν τις εἴποι, οὐρανίοις, ὧν τὸ ἄκρον ἐφικνεῖσθαι δοκεῖ τῶν ἀνωτάτω πόλων. Ὅτι δὲ καὶ παρὰ τὸ πολεῖν γίνεται, ὅ ἐστιν ἀναστρέφεσθαι, ἡ λέξις ὁ πόλος, καὶ τί τὸ ἐκεῖθεν δηλούμενον, ἀλλαχοῦ φανεῖται. [Καὶ ἄλλως δὲ τὸ ἀκροπόλοις ὅμοιόν ἐστι τῷ ἀνωφόροις, ἐν οἷς δηλαδὴ ὁ πολῶν, ὅ ἐστιν ἀναστρεφόμενος, εἰς ἄκρον φέρεται. ∆οκεῖ δὲ παροξυτονεῖσθαι καὶ ἡ 2.141 εὐθεῖα τοῦ ἀκροπόλοις, καθὰ καὶ τὰ κατ' αὐτό. Τὰ γὰρ παρὰ τὸ πολῶ, εἰ μὲν προθέσει σύγκεινται προηγουμένῃ, προπαροξύνονται, οἷον ἀμφίπολος, πρόπολος, πρόσπολος, εἰ δὲ ὀνόματι, παροξύνονται, ὡς δῆλον ἐκ τοῦ ὀνειροπόλος, μαντιπόλος, οἰωνοπόλος, θυηπόλος, ὁ καὶ ἱερεύς καὶ θυοσκόος δὲ ἐν Ὀδυσσείᾳ. Οὕτω γοῦν ἀναλόγως καὶ ἀκροπόλος. Ὁμοίως δὲ καὶ μυστοπόλος καὶ αἰπόλος καὶ θαλαμηπόλος καὶ δικασπόλος ὁ καὶ θεμιστοπόλος.] (ῃ. 524) Τὸ δὲ ἀτρέμας, ὥσπερ ἦν ἐπίρρημα ἐν τῷ «δαιμόνιε ἀτρέμας ἧσο», οὕτω καὶ ἐνταῦθα. Οἱ δὲ μεθ' Ὅμηρον καὶ δίχα τοῦ ˉσ λέγουσιν αὐτὸ οἷον «οὔκουν ἀτρέμ' ἕξεις» παρὰ τῷ Κωμικῷ. καὶ τὸ εὐθύς δὲ καὶ ἰθύς τὰ ἐπιρρήματα ὁμοίως ἀπάγουσι τὸ ˉσ ἐν τῷ εὐθύ καὶ ἰθύ. ὅθεν καὶ τὸ κατ' εὐθύ καὶ κατ' ἰθύ. Τὸ δὲ εὕδουσιν ὡς ἐπὶ ἐμψύχων εἴρηται, διότι καὶ θεῖόν τι γένος ὁ μῦθος οἶδε τοὺς ἀνέμους. Ἔχει δέ τι καὶ ἀφελείας καὶ γλυκύτητος τὸ εἰπεῖν ἑστάναι τὰ νέφη, ἕως οἱ ἄνεμοι εὕδουσιν, ὡς εἰ καὶ δοῦλοι ἐφεστᾶσι κοιμωμένοις δεσπόταις, κινησόμενοι μετὰ τὴν ἐκείνων ἔγερσιν. Τοῦ δὲ Βορέου ἐνταῦθα ἔοικε μόνου μνησθῆναι κατά τινα ἐξοχὴν διὰ τὸ τοῦ ἀνέμου φερέσβιον καὶ ζωοφόρον, ὅπερ παραδηλοῖ ὁ Ζέφυρος, ὃς καὶ βορέας παρὰ τὴν βοράν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἐτυμολογεῖ 2.142 σθαι δοκεῖ, ὡς τροφῆς ὢν αἴτιος διὰ τὸ ἁδρύνειν τοὺς στάχυας. [∆ύναται δὲ καὶ καθὰ βορὸν ὕδωρ διὰ τὴν ἐκ ψυχρίας κενεαγγίαν λέγεται, οὕτω καὶ ἄνεμος βορέας ὁ διὰ τοιοῦτον αἴτιον βορότητος αἴτιος ὤν.] (ῃ. 525) Ὥσπερ δὲ ζάλη ἡ μεγάλη ἄελλα, οὕτω καὶ ζαχρειεῖς ἄνεμοι οἱ ἄγαν χρειώδεις, πάντες γὰρ ἡμῖν χρήσιμοι. καὶ τούτῳ τῷ λόγῳ γράφεται ἡ παραλήγουσα διὰ διφθόγγου, ἔχουσα ἢ τὸ ˉε καὶ ˉι ἢ τὸ ˉη μετὰ τοῦ ˉι. ἐὰν δέ γε διὰ μόνου τοῦ ˉη γράφηται, λέγοι ἂν ζαχρηεῖς τοὺς ἄγαν βαρεῖς ἀπὸ τοῦ χράω, τὸ ἐπιπίπτω, ὡς τὸ «μητέρι μοι μνηστῆρες ἐπέχραον», καὶ παρὰ Ἡροδότῳ «ἐνέχραεν εἰς τὸ πρόσωπον τὸ σκῆπτρον». Ὅθεν καὶ ζαχρηεῖς ἴσως ἄνεμοι οἱ ἄγαν ἐπιπίπτοντες, οἳ καὶ δύνανται μάλιστα σκεδάσαι νέφη,