τῶν δὲ καὶ ἑτέροις μεταδιδόναι. Καὶ θαλαττίους μὲν ἴσως οὐχ ὑπέμεινε κλύδωνας, τοῖς δὲ κατ' ἤπειρον καμάτοις ἐστὶν ὅπη παραμετρηθείη τῷ Παύλῳ. περὶ δὲ τῶν σκανδάλων καὶ τῶν πυρώσεων, εἰ βούλοιτό [τις] ἄν, εἴπῃ περὶ αὐτοῦ μεγαλοφωνότατα, καὶ τοσοῦτον αὐτῷ τὰ περὶ τῆς πυρώσεως, ὅτι μηδενὶ τοῦ λοιποῦ σκανδαλίζεσθαι δέδωκεν, οὔτε περὶ τῶν μειζόνων οὔτε περὶ τῶν ἐλαττόνων· ἀνεῖλε γὰρ τὰ σκῶλα πᾶσι καὶ τὰ προσκόμματα, καὶ διέλυσε τοὺς ἐν μέσῳ φραγμούς, καὶ πᾶσιν ἐσπείσατο, καὶ πάντας ἀλλήλοις εἰς ὁμόνοιαν συνεκέρασε, καὶ συνασθενήσας τοῖς ἀσθενοῦσι, νῦν ἐρρωμένος καὶ ὅλος ὑγιὴς εὐεκτοῦντι παντάπασι τῷ ποιμνίῳ συνήδεται. τὸ μέντοιγε περὶ πασῶν μεριμνᾷν τῶν ἐκκλησιῶν, τοῦτο οὐκ ἄν τις ἀφέλοιτο τοῦ ἀνδρός, τεκμήριον τῆς τοιαύτης φροντίδος ποιούμενος τὸ οὕτω φροντίσαι τῆς ἑαυτοῦ, ὡς παράδειγμα τοῖς ἄλλοις στῆσαι, εἰ βούλοιντ' ἂν τῶν ὁμοίων ἔχεσθαι πράξεων. τῷ γὰρ περὶ ἓν πιστῷ γεγονότι κατὰ τὸ εὐαγγέλιον, ἀρκεῖ πρὸς τὸ κατὰ πολλῶν ἢ ἐπὶ πολλοῖς. οὐ γὰρ ὥσπερ φιλοτιμούμενος τὴν κατ' αὐτὸν ἐκκλησίαν παντοδαποῖς τρόποις συνηύξησε καὶ ἐκόσμησεν, ἵν' ἔχοι κατὰ τῶν ἄλλων ἐπαίρεσθαι ἀλλ' ὡς παντὸς ἐχόμενος τοῦ θείου σκοποῦ τὸν ἑαυτοῦ ζῆλον διὰ μιᾶς ταύτης ἐγνώρισε· καὶ εἴ γε ἐξῆν, καὶ πάντες ἐδίδοσαν, οὐκ ἂν ὤκνησεν ἁπανταχῆ διαβῆναι, καὶ πᾶσαν ὑψῶσαι καὶ καλλῦναι μητρόπολιν. ἔτι δὲ ταὐτὸ τοῦτο καὶ ῥᾷστον ὁμοῦ καὶ ἐπίπονον τῷ ἀνδρί, τὸ μέν, διὰ τὴν τῆς ψυχῆς φροντίδα τὰς σάρκας ἐκτήκουσαν, τὸ δέ, διὰ τὸ τῆς γνώμης ἀξίωμα, πάντων ὑποχωρούντων καὶ ὑποστελλομένων αὐτῷ. Τοῦτο γοῦν ἔχει πλέον τοῦ Παύλου, ὅτι τῷ μὲν δι' ὑπερβολὴν τῶν ἀποκαλύψεων, ἄγγελος ἐδόθη Σατάν, ἵνα μὴ φαντασθείη τι κρεῖττον περὶ ἑαυτοῦ μηδ' ὑπεραίρηται, ὅστις ὁ Σατὰν οὗτος καὶ ὁ τῆς σαρκὸς σκόλοψ, τῷ δέ, οὐδεὶς τῶν πάντων ἀντεπανίσταται, ἀλλ' ὅπῃ δὴ καὶ χωρήσειε, ῥᾷστα πάντα καὶ ἕτοιμα, οὐδὲν ἔλαττον ἢ τῷ τοῦ Ἀμφιτρύωνος πᾶσαν γῆν ἐπιόντι καὶ τοῦ ἄγους καθαίροντι. χρῶμαι δὲ καὶ τοῖς Ἑλληνικοῖς λόγοις ἐνιαχοῦ, οὐ τοῦτο ἀγνοῶν, ὅτι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, οὐδ' ὅτι μὴ δεῖ τοῖς ποτίμοις ὕδασι συγκρίνειν τὰ ἁλμυρά, ἀλλ' ἐπειδὴ τὰ παρ' ἡμῖν ὑπερβάλλει ἐν θαύμασιν, ἀποχρῶμαι ταῖς παρ' ἐκείνοις ὑπερβολαῖς, ἵν' ἔχοιμι δεικνύειν ὅτι μὴ δι' ὧν Ἕλληνες ἐπ' ἐξουσίας συμπλάττουσιν, ἔλαττον ἡμεῖς ἐπὶ τῆς ἀληθείας συνομολογούμεθα· εἶεν. Περὶ δὲ τῆς εἰς τρίτον οὐρανὸν ἀναβάσεως καὶ τῆς ἐκεῖθεν εἰς τὸν παράδεισον μεταθέσεως, καὶ τῶν ἀρρήτων ῥημάτων τῶν οὔτε νῷ ληπτῶν οὔτε γλώσσῃ ῥητῶν οὔτε ἀκοῇ χωρητῶν, τί ἄν τις εἴπῃ, καὶ πῶς εἰς ταὐτὸν ἀγάγοι τῷ Ἀποστόλῳ τὸν εὐφημούμενον; οὔκουν ἐγὼ τὴν ἐνταῦθα σύγκρισιν ψεύσομαι, οὐδὲ ταὐτὸν πείσομαι τοῖς περιττοῖς σοφισταῖς, <οἱ> τῷ περιόντι τῆς πιθανότητος καὶ τῆς περὶ τὸ λέγειν δυνάμεως εἰς ταὐτὸν ἄγουσι τὰ ἀσύμβατα, ἔνθα καὶ τὸ μεῖζον ὑβρίζουσι καὶ τοῦ ἐλάττονος κατεψεύδονται. Ὁ μὲν οὖν Παῦλος, ἅτε δὴ καὶ θείαν φύσιν λαχὼν καὶ κρείττονα χάριν τοῦ θείου πεπλουτηκὼς πνεύματος, καὶ Βενιαμεὶν τῷ ὄντι νεώτερος προκηρυχθείς, ἐν ἐκστάσει ἐπῆρται πρὸς οὐρανόν, λέγω δὴ τὸν τρίτον, τόν τε ὑπὲρ κεφαλῆς ἀέρα διαβεβηκώς, καὶ τὸ αἰθέριον σῶμα ὃ δὴ στερέωμα τῇ ἐκκλησίᾳ φίλον καλεῖν, καὶ τῷ ἐν ἀρχῇ πεποιημένῳ παρὰ τοῦ ποιήσαντος πεπλησιακώς, τούτῳ δὲ οὐ τοιαύτη ἡ ἔπαρσις, ἐπεὶ μηδέ τῳ τῶν ἄλλων ἀνθρώπων, οὐ τῶν νῦν, οὐ τῶν πώποτε, τίς γὰρ ἂν Παύλῳ γένοιτο παραπλήσιος; ἀλλ' εἴ τίς ἐστι νοῦ θεωρία τις καὶ ἀνάβασις, καὶ μερικὴ τῶν ὄντων κατάληψις, καθ' ἣν οἱ οὕτως αἰρόμενοι καὶ φωνῶν τινων δοκοῦσιν ἀκούειν καὶ συνεῖναί τισι θεοειδεστέραις δυνάμεσιν, ἦρται κατὰ ταύτην καὶ οὗτος, καὶ ὑπερβὰς τὴν ἀχλὺν τῆς γενέσεως, καὶ εἰς τὸ ὕψος τῆς γνώσεως διαβάς. ὥσπερ γὰρ τὸ τελευταῖον ἄκρον τῆς πράξεως τῷ πρώτῳ τῆς θεωρίας συνάπτεται, οὕτω καὶ εἴ τις ἀκριβῶς θεωρήσειεν, εὐθὺς ἔχει τὰ κρείττονα,