58
ὅτι τὸν κωφὸν ὁ λογικὸς ἐρωτᾷ γιγνόμενος κοινωνὸς διὰ τῆς παρακοῆς τῆς νεκρώσεως. Εἰ γὰρ χωροίης εἰς μαντεῖον, ἢ χρήσαιο καθαρμοῖς, ἢ τοῖς τοιούτοις, ἴσθι πρὸς νεκροὺς ἀπελθών. 1996 Ἔχων δὲ τὸν τοῦ Θεοῦ λόγον καὶ νόμον τὸν εὐαγγελικὸν, μὴ πολυπραγμόνει τὸ μέλλον· τὰ δὲ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Νόμον γὰρ εἰς βοήθειαν ἔλαβες, ἔχων μὲν μεγάλην ἐνυπάρχουσαν ἐκ φύσεως πρὸς τὸ καλὸν ἐπιτηδειότητα· ταύτην δὲ τελειῶν ὁ Θεὸς, καὶ τὴν ἐκ τοῦ νόμου σοι χειραγωγίαν προσέθηκεν. Εἰ δὲ βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι, ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνάμεινον τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστι, φησὶν, ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. Οὐ γὰρ πρὸς ἀπάτην κέρδους χάριν ἐπινενόηται, ἀλλ' ἀληθείας ἐστὶ διδάσκαλος πᾶσι προῖκα προκείμενος, κατὰ τὴν λέγουσαν Ἡσαΐου φωνήν· "Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ· καὶ ὅσοι μὴ ἔχοντες ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς." Ἓν γὰρ δῶρον τοῦ καθ' ἡμᾶς ἄξιον, νόμου τοῦ δοθέντος ἡ φυλακή. Ἐκεῖ δὲ πιπράσκουσι πολλάκις οὓς ἀναπλάττουσι πρὸς ἀπάτην χρησμούς. Εἰ δὲ τούτῳ τῷ νόμῳ τοῦ Θεοῦ μὴ προσέχητε, ἥξει σκληρὰ λιμὸς ἐφ' ὑμᾶς. Παιδαγωγεῖ γὰρ οὕτω πρὸς ἐπιστροφὴν ὁ Θεός. Ἐκάκωσα γάρ σε, φησὶν, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω. Ἀλλ' ὁ λιμὸς ἢ σίτου μόνον ἐστὶν, ἢ καὶ τῶν ἄλλων ἐδωδίμων. Ὡς λέγεται σκληρὸς εἰκότως ἀπαραμύθητος ὢν, δι' οὗ λύπην ἐθέλει ποιεῖν εἰς σωτηρίαν ἀμεταμέλητον. Τάχα δὲ τοῖς ἐκπεσοῦσι τοῦ θείου νόμου λιμὸς σκληρὸς ἐπιφέρεται οὐκ ἄρτου, οὔτε ὕδατος, ἀλλὰ τοῦ ἀκούειν λόγον Κυρίου. Οὗτος γὰρ ἄρτος ἐξ οὐρανοῦ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκεν· Καὶ παρελεύσεται ἐξ αὐτοῦ ἐσκανδαλισμένος, καὶ πεινάσει. Ἔσται δὲ ὅταν πεινάσῃ καὶ παροξυνθῇ, καὶ καταράσεται βασιλέα ἑαυτοῦ. Παραβὰς γάρ τις τὸν θεῖον νόμον καὶ σκανδαλισθεὶς ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης πρόγνωσιν ἐπαγγελλομένης, λιμὸν ἕξει τροφῶν λογικῶν, ἔκστασίν τε καὶ παροξυσμὸν, ὡς τὸν πάλαι βασιλέα βλασφημεῖν ἑαυτοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, τὸν ἄρχοντα καὶ τὰ πάτρια· ὡς γὰρ μηδὲν σεμνὸν τῶν Ἐκκλησιαστικῶν ἐχόντων θεσμῶν τῶν Πατρόθεν ἡμῖν παραδεδομένων, αὐτά τε κακῶς ἐροῦσι, καὶ Χριστὸν τὸν τούτων καθηγησάμενον, οὓς καὶ σκότος τὸ νοητὸν διαδέξεται τῶν Εὐαγγελίων ἀποστραφέντας τὸ φῶς. Τινὲς δὲ τούτους, τοὺς περὶ ὧν νῦν ὁ λόγος, ὠφελημένους, ἐκ τοῦ λιμοῦ πρὸς ἐπιστροφὴν ἐκλαβόντες, φασὶν αὐτοὺς μετανοεῖν, βλασφημοῦντας τοῦ κόσμου τούτου τὸν ἄρχοντα, τῆς ἐξ αὐτοῦ βλάβης λαβόντα συναίσθησιν. Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις ζώντων αἱ τοῦ βίου πραγματεῖαι, τὰ ἔργα τῆς σαρκὸς, οἷς συζῶντες τὸν θεῖον ἀπεστρέφοντο νόμον. Ὁ δὲ τοιοῦτος μακάριος. Εὑρήσει γὰρ τὸν ἀληθινὸν ἄρχοντα καὶ πατρίδα τὴν Ἱερουσαλὴμ, οἵ τινες καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, συγκύπτοντες πάλαι καὶ τὰ ὑψηλὰ κατανοεῖν οὐ δυνάμενοι τῶν 1997 θείων θεωρημάτων· νῦν δὲ τὸν πρὸς τὰ γήϊνα δεσμὸν διαλύσαντες, καὶ τῶν νοητῶν θεωροῦντες τὴν φύσιν, καὶ τὸν τόπον, ἔνθα δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. Ἐμβλέψονται δὲ καὶ εἰς τὴν γῆν, τὸ εὐτελὲς τῆς ἑαυτῶν φύσεως ἐκ τῆς πρὸς τὴν γῆν συγγενείας, οἱ τέως ἐπηρμένοι καὶ φρονοῦντες ἐφ' ἑαυτοῖς. Ἐπὶ δὲ θαύματι τῶν τηλικούτων ἀποροῦντες στενοχωρούμενοι [καὶ] τῇ τῶν κατειλημμένων ἐκπλήξει τεταραγμένοι. "Ὅταν γὰρ συντελέσῃ, φησὶν, ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται." Οὐδεὶς γὰρ οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Κατὰ τὸ, "Εἶπα, Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ." Πλὴν ὁ ἀγαθὸς Θεὸς ἐπαγγέλλεται τούτοις χρηστότερα. Οὐκ ἀπορηθήσεται γὰρ, φησὶν, ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὐτὴ ἡ ἄγνοια τῶν ἀνθρώπων καθέξει τὸ γένος. Ὁ γὰρ νῦν τῆς ἀληθείας ὠδίνων τὴν εὕρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον, ἐπειδ' ἂν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστάσεως, ὃ δηλοῖ τὸ ἕως καιροῦ. Τινὲς δὲ ἀπὸ τοῦ ἥξει εἰς ὑμᾶς σκληρὰ λιμὸς, ἀποστροφὴν εἶναι πρὸς τὸ Ἰουδαίων ἔθνος φασὶν, οἳ τὸν νόμον