De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
καιροῦ, περιβαλλόμενος ὁ βασιλεὺς διβητήσιον τὸ παγανὸν καὶ χλανίδα τὴν ὀψίμαρον, καὶ δηριγευόμενος ὑπό τε τῶν πραιποσίτων καὶ λοιπῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τὸ τοῦ Αὐγουστέως καὶ τοῦ 1.170 στενοῦ, ἤγουν τῆς Χρυσῆς Χειρός, καὶ ἀπέρχεται εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνόποδος, δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί, καὶ πεσόντων νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, καὶ λέγει· "Κελεύσατε" καὶ αὐτοὶ ὑπερεύχονται τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ὑπ' αὐτῶν πάντων, ἐξέρχεται ἐν τῷ Κονσιστωρίῳ, καὶ στάντος ἐν τῷ καμελαυκίῳ ἐπὶ τοῦ πορφυροῦ λίθου, πίπτουσιν αὖθις οἱ πατρίκιοι καὶ ἡ σύγκλητος, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· "Κελεύσατε", αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους". Κἀκεῖθεν δηριγευόμενος ὑπὸ πάντων αὐτῶν, διέρχεται διά τε τῶν Ἐξκουβίτων καὶ τῶν Σχολῶν, καὶ ἐξέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς χαλκῆς τοῦ χυτοῦ, καὶ ἀπέρχεται μέχρι τοῦ Ἁγίου Φρέατος. Τὰ δὲ μέρη δέχονται τὸν βασιλέα ἐν ταῖς στάσεσιν αὐτῶν, σφραγίζοντα τὸν βασιλέα καὶ μόνον, λέγουσι δὲ καὶ οἱ νοτάριοι καὶ οἱ μαΐστορες, ὡς εἴθισται αὐτοῖς, τοὺς ἰάμβους. Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἐν τῷ Ἁγίῳ Φρέατι καὶ ἅψας κηρούς, δέχεται παρὰ τοῦ πατριάρχου ἐν τῷ Ἁγίῳ Φρέατι, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι, εἰσέρχονται εἰς τὸν ναόν, καὶ ἀπελθόντες μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεύς, στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ μετὰ τὸ ὑπαλλάξαι τὴν ἁγίαν τράπεζαν τὰς αὐτῆς ἐνδυτάς, λαμβάνει παρὰ τοῦ πραιποσίτου χρυσίου λίτρας ρʹ, καὶ τίθησιν αὐτὰς εἰς τὴν ἁγίαν τράπεζαν ἐν τῷ βαθμιδίῳ, ἐν ᾧ ὁ βασιλεὺς ἵσταται, καὶ ἡνίκα ὑπαλλάξῃ τὴν ἁγίαν τράπεζαν, λαβὼν ἀποκόμβιον ἕτερον, ἔχον καὶ αὐτὸ χρήματα πάμπολλα, παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ εἰς τὴν ἁγίαν τράπεζαν, εἶτα λαβὼν παρὰ τοῦ πατριάρχου 1.171 θυμιατόν, θυμιᾷ ἐκ τρίτου τὸ θυσιαστήριον κυκλόθεν, καὶ ἐξέρχεται διὰ τοῦ ἀριστεροῦ μέρους τῆς πλαγίας, καὶ ἀπέρχεται εἰς τὸ σκευοφυλάκιον. Εἰσελθὼν δὲ καὶ ἅψας κηροὺς εὔχεται, καὶ εὐξάμενος θυμιᾷ τὰ σκεύη ἅπαντα, καὶ καθέζεται μικρὸν μετὰ τοῦ πατριάρχου. Εἶθ' οὕτως εἰσέρχονται οἱ τοῦ κουβουκλείου καὶ οἱ λοιποὶ ἄρχοντες οἱ κατὰ συνήθειαν εἰσιόντες, λαμβάνουσι παρὰ τοῦ σκευοφύλακος νάρδον, καὶ εἶθ' οὕτως ἀνίσταται ὁ βασιλεύς, καὶ ἐξελθὼν ἀπὸ τοῦ σκευοφυλακίου, διέρχεται διὰ τοῦ γυναικίτου νάρθηκος, ἐν ᾧ καὶ τὴν συνήθη στάσιν κέκτηνται αἱ τῆς αὐτῆς Μεγάλης Ἐκκλησίας διακόνισσαι, καὶ ἐξέρχεται διὰ τῆς ἀριστερᾶς πύλης τοῦ βήματος καὶ ἐπιδίδωσιν αὐτῷ ὁ πατριάρχης εὐλογίας. Καὶ διελθόντες ἀμφότεροι διὰ τοῦ ὄπισθεν τοῦ βήματος στενοῦ διαβατικοῦ τοῦ Ἁγίου Νικολάου, ἀπέρχονται μέχρι τοῦ Ἁγίου Φρέατος, καὶ αὖθις ἐπιδοὺς ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, καὶ ἀμφότεροι ἀλλήλους ἀσπασάμενοι, ἐξέρχεται μὲν ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν προειρημένων πάντων, καὶ εἰσέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς χαλκῆς, καὶ μέχρι τοῦ Κονσιστωρίου ἐλθών, μένουσιν ἐκεῖσε οἱ τῆς συγκλήτου, ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ καταλαβόντος αὐτοῦ τὸ στενόν, μένουσιν ἐκεῖσε οἱ πατρίκιοι, ὑπερευχόμενοι καὶ αὐτοί, καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸ παλάτιον, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ ἀπαλλάσσουσιν ἅπαντες, καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ ἀπέρχονται ἕκαστος αὐτῶν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ περὶ ὥραν θʹ ἀλλάσσει τὸ κουβούκλειον, καὶ καταλαβούσης τῆς ὥρας τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ βασιλεὺς πρὸς τὸ ἐκτελέσαι τὴν θείαν μυσταγωγίαν ἐν τῷ Φάρῳ, καὶ εἰ μὲν κελεύσῃ, εἰσέρχονται καὶ πατρίκιοι καὶ συλλειτουργοῦνται αὐτῷ, εἰ δὲ μήγε, ἐξέρχονται εἰς τὸν Ἱππόδρομον, καὶ λειτουργοῦσιν ἐκεῖσε ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου. Καὶ μέλλοντος τοῦ ψάλτου ἄρξασθαι τὸ· 1.172 "Ἀνάστα ὁ Θεός," ἵστανται κουβικουλάριοι, κρατοῦντες τὰ ἔξωθεν τῶν χρυσῶν βήλων κρεμάμενα βῆλα, καὶ ἡνίκα ἄρξηται τό· "Ἀνάστα ὁ Θεός," παρευθὺ τανύσαντες ἐξ ἴσου, αἴρουσι τὰ ἔξωθεν βῆλα, καὶ μένουσι τὰ χρυσᾶ βῆλα καὶ μόνον. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, καὶ ἀνακράξαντες οἱ ἐν τοῖς ἐκεῖσε· "Στερεώσῃ ὁ Θεὸς τὸν βασιλέα ἡμῶν," εὐθὺς αὐλεῖ τὸ ὄργανον, ὃ ἵσταται ἐν τῷ Τριπέτωνι, καὶ ἐξελθὼν ὁ βασιλεύς, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, φορῶν