δυοῖν θατέρου συμβαίνοντος, εἴτε τοῦ θεοῦ καταβαίνοντος εἰς τὸν νοῦν, εἴτε τοῦ νοῦ πρὸς θεὸν ἀναβαίνοντος. ἀλλὰ τίς τόπος τῆς τοῦ θεοῦ ἀναπαύσεως, ἢ τίνι τῶν πάντων χωρητὸς ὁ ἀχώρητος; οὐχὶ δὲ καὶ διὰ κενοῦ τοῦ παντὸς χωρήσει, κατιὼν ἢ ἀνιών, ὅς γε δὴ ἑαυτοῦ τὸ πᾶν συμπεπλήρωκε καὶ ὑπὲρ τὸ πᾶν ἐφ' ἑαυτοῦ ἕστηκεν; οὔκουν ἐκεῖνον γινώσκομεν καταβαίνοντα, ἀλλ' ἡμεῖς ἀναβαίνοντες, ἐλλάμψεις τινὰς παρ' αὐτοῦ εἰς τὴν ἐκείνου γνῶσιν δεχόμεθα· καὶ τὸ ἐνοικεῖν γὰρ τὸν θεὸν καὶ ἐμπεριπατεῖν ἡμῖν, καὶ τὸ σὺν τῷ πατρὶ δὲ τὸν λόγον συνιέναι καὶ μονὴν ἐπὶ τοῖς θειοτέροις ποιεῖν, καὶ τἆλλα ὅσα οὕτως ἡ γραφὴ συγκαταβαίνουσα διαλέγεται, οὐ συγκαταβάσεώς ἐστι τοῦ θεοῦ πρὸς ἡμᾶς σύμβολον, ἀλλὰ τῆς πρὸς ἐκεῖνον ἡμῶν ἀναβάσεως. αὐτῇ γὰρ οὐσίᾳ καὶ αὐτῷ πράγματι ἅπαξ καταβέβηκε πρὸς τὴν ἡμετέραν φύσιν ὁ ταύτην προσειληφὼς ἀπορρήτῳ τρόπῳ καὶ ὃν οὐδ' ἂν γνοῖεν οὐδ' ἄγγελοι, οὔτε τὸν πατρῷον κόλπον ἀφεὶς καὶ τὴν τῆς παρθένου νηδὺν οἰκήσας καινοπρεπῶς. εἰ γοῦν τεθεώρηκεν ὁ εὐφημούμενος, πάντως καὶ ἥρπασται, τοῦτο γὰρ ὁ λόγος διηγωνίσατο· μετετέθη δὲ καὶ πρὸς τὸν παράδεισον, ἔνθα καὶ μεμύηται τὰ ἀπόρρητα. τῶν μὲν γὰρ ἐν οὐρανῷ φωνῶν ἴσως ἀχώρητος, ἡ δὲ χθαμαλωτέρα μετάθεσις διομαλίζει τῷ θεωρῷ τὰ μυστήρια, καὶ δεῖ καταβαίνοντας τοὺς μύστας ἐκ τῆς οὐρανίας περιωπῆς, μὴ εὐθὺς εἰς τὴν γῆν καθέλκεσθαι, ἀλλ' ὥσπερ ἐν ἐλάττονι σταθμῷ μεταβάντας εἰς τὸν παράδεισον, κἀκεῖ τῶν προσφυῶν μυστηρίων ἀξιωθέντας, οὕτως ἐξ ὑπογύου πρὸς τὴν γῆν κατιέναι. Τοιοῦτος ἡμῖν ὁ θεῖος ἀρχιερεύς, τοῖς μὲν ἄκροις ἀπεικασμένος, καί τινα σκιὰν ἔχων τῆς ἐκείνων μορφῆς, τοῖς δὲ μέσοις ἀφωμοιωμένος, τῶν δὲ μετὰ τούτους ὑπερανέχων. ἔγωγ' οὖν αὐτὸν ὥσπερ καθυφῆκα τοῦ Παύλου, οὕτως εἰς ἶσον ἄγω τῷ Σαμουὴλ καὶ τῶν μετ' ἐκεῖνον ἀρχιερατευσάντων προτίθημι. προκέκληται γὰρ καὶ οὗτος ὑπὸ τοῦ λόγου, καὶ τῆς ἐπωμίδος καὶ πρὸ τῆς ἀρχιερωσύνης ἠξίωται, καὶ κέχρισται τῷ ἐλαίῳ τῆς χάριτος, ἐντὸς δὲ τοῦ καταπετάσματος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις τοῦ ἔτους γίνεται, καὶ τὴν κιβωτὸν ὁρᾷ ἀτρεμίζουσιν ὄμμασιν, οὐκ ἐν συμβόλοις, οὐδ' ἐν τοῖς χρυσοῖς χερουβίμ, ἀλλὰ καθαρῶς καὶ γνησίως δορυφορουμένην ὑπὸ τῶν ἄνωθεν τάξεων, φημὶ δὴ τὴν παρθένον καὶ θεοτόκον, ἧς ὁ σωματικὸς τύπος αὐτὸ δὴ τοῦτο σύμβολον καὶ προχάραγμα. Ζήλῳ δὲ πολλάκις θείῳ πυρούμενος, πῦρ μὲν οὐκ ἐφέλκεται ἐπὶ τοὺς πονηροτέρους οὐράνιον, οὐδὲ δι' ἀμφοῖν τῶν ἀσελγαινόντων τὸν σειρομάστην ὠθεῖ, ἀλλὰ παρρησιάζεται κατὰ τῶν ἀσεβούντων, καὶ τὴν πλάνην αὐτοῖς ἐλέγξας καὶ διασείσας μετατίθησι πρὸς εὐσέβειαν. ἀναλύει τε τὴν τῆς ἁμαρτίας πλοκὴν καὶ τὸ τῆς αἰσχύνης αἶσχος ἐν τῇ διαιρέσει προδείκνυσι, καὶ οὓς ὁ τῆς ἐπιθυμίας οἶστρος εἰς μισουμένην μίξιν συνέπλεξε, τούτους ἐντεῦθεν ἀποδιελών, ἑνοῖ τῷ θείῳ σκοπῷ καὶ τῷ τῆς σωφροσύνης θεσμῷ. οὐ ταῦτα μείζω τῶν πάλαι θαυμαζομένων; ἔμοι γοῦν κριτῇ, καὶ εἴ τις ἕτερος τὴν διὰ λόγου παιδαγωγίαν κρείττονα πάσης ἡγεῖται τομῆς τε καὶ καύσεως. Εἶτα τί, ὦ τιμία μοι καὶ αἰδέσιμος κεφαλή; πρὸς σὲ γὰρ ἤδη τὰς τοῦ λόγου μεταβάλλω ἡνίας, ἵνα σοι ἐγγύτερον καὶ γνησιώτερον διαλέξωμαι, εἰ δὲ καὶ ἐν μέρει καθάψωμαι, πρᾴως τὸν λόγον ὑπένεγκαι, κἂν εἴ σοι τὸ ἀπόρρητον ἐκκαλύψω, μὴ ἐρυθριάσῃς, οὐ γὰρ ἵνα σοι δημοσιεύσω τὸ κεκρυμμένον, ἀλλ' ἵνα σοι τὴν γνώμην ἐλέγξω, πρὸς δὲ καὶ ἐπίσχω τοῦ ἐνθυμήματος, ἔκφορον τοῖς πολλοῖς ποιήσομαι τὸ τέως ἀπόρρητον. Εἰ μὲν γὰρ ᾔδειν ἄνωθέν σοι τὸ βεβουλευμένον δεδόσθαι, ἵν' ὥσπερ εἰς τὴν ἀρχιερωσύνην ἐκ τῆς προτέρας ζωῆς μετελήλυθας, οὕτω δὴ πάλιν ἐντεῦθεν εἰς ἑτέραν μεταχωρήσειας κρείττονα, ἐδεξάμην ἂν ὡς θεῖον τὸ βούλευμα, καὶ συνεβούλευσα ἄν σοι μὴ δὲ βεβουλεῦσθαι περὶ τοῦ πράγματος, ἀλλ' αὐτίκα καταπράξασθαι τὸ ἐντεταλμένον ὡς ἄνωθεν ἧκον καὶ <ἐκ> τοῦ θείου βουλευτηρίου. ἐπεὶ δέ, οὔτε θείας περὶ τούτου ἠκηκόεις