59
λαβόντες παρὰ Θεοῦ, οὐ προσήκαντο τὸν Χριστόν· οὗπερ ἐκπεσόντες, λιμῷ περιπεπτώκασι νοητῷ. Καί ποτε τῶν ἰδίων κακῶν ἐλθόντες εἰς αἴσθησιν, κακῶς ἐροῦσιν τὸν ἄρχοντα, τοὺς καθηγητὰς αὐτῶν Γραμματέας καὶ Φαρισαίους, καὶ τὰ ἔθη τὰ νόμιμα, δι' ἃ δῆθεν ἀπέτρεπον αὐτοὺς πιστεύειν Χριστῷ, καὶ πρὸς τὴν κατ' αὐτοῦ μιαιφονίαν διήγειρον, οὐδὲ νόμον πάντως λέγοντες, ἀλλ' ἐντάλματα πάτρια δῆθεν καὶ διδασκαλίας ἀνθρώπων· διὸ σκοτούμενοι διαπορηθήσονται. Τὰ δὲ ἔθνη τὰ νῦν ἐν στενοχωρίᾳ τε καὶ λιμῷ, τῆς ἀφθόνου τραπέζης Χριστοῦ μεταλήψονται, ὅταν ἐνστῇ τῆς κλήσεως αὐτῶν ὁ καιρός. ΚΕΦΑΛ. Θʹ. αζʹ. 9Τοῦτο πρῶτον ταχὺ πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης. Καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει· ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου9, κ.τ.λ. Τῶν περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται λόγων καὶ ταῦτα· ἀλλ' ἄνω μὲν ἦν περὶ τῶν ἀπειθησάντων ὁ λόγος· ἐνταῦθα δὲ περὶ τῶν αὐτὸν δεξαμένων· τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν παραδεξάμενοι, Ἰωάννης ἐν Εὐαγγελίοις φησίν· "Ἀκούσας δὲ ὁ Σωτὴρ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς Γαλιλαίαν." Εἶτα μακαρίσας τοὺς αὐτὴν κατοικοῦντας, καὶ τὴν παροῦσαν λέξιν ἐκθέμενος, ἐπάγει· "Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν." Ἔδει γὰρ τὴν χώραν εἰπεῖν, 2000 ὅθεν τε ἤρξατο κηρύττειν, καὶ καθ' ἣν τὰς πλείστας ἐποιεῖτο διατριβάς· ταύτην [οὖν] εὐαγγελίζεται φάσκων· Τοῦτο πρῶτον πίε. ∆ύο δὲ φυλαὶ ταύτην διεκληρώσαντο Ζαβουλών τε καὶ Νεφθαλείμ. Μεταξὺ δὲ τούτων καὶ ἀλλογενεῖς ᾤκουν, ὧν μέμνηται λέγων, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου, τὰ γνωρίσματα λέγων τῆς κατὰ Παλαιστίνην Γαλιλαίας, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ Φοινίκην· παραλίαν δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γεννησαρῖτιν λίμνην χώραν, ἣν καλεῖ τὸ Εὐαγγέλιον θάλασσαν. "Παράγων δὲ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς." Ἐντεῦθεν γὰρ ἦσαν οἱ μαθηταί. Περὶ ἣν λίμνην εἰσὶ καὶ κῶμαι Καφαρναοὺμ, καὶ Βηθσαϊδὰ καὶ ἡ Χωριάζει καὶ ὧν ἑτέρων ἐμνήσθη. Ἔστι δὲ καὶ Ἰορδάνου πέραν ἡ Γαλιλαία, καθ' ἣν τὰ πλεῖστα διέτριβεν ὁ Σωτὴρ, δι' ὃν πότον σωτήριον καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ πρώτοις εὐαγγελίζεται. Τοῦ δὲ ζωοποιοῦ τούτου πότου εἰκόνα παρεῖχεν αἰσθητῶς ὁ Σωτὴρ τὸ ὕδωρ εἰς οἶνον ἐν τῷ γάμῳ μεταβαλὼν, ὃ καὶ ἀρχὴν σημείων Ἰωάννης φησὶν, καὶ ὡς ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν. Ὅθεν ὁ προφήτης φησί· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς τῆς θεοφανείας ἀξιωθέντας, καὶ τὸ μέγα φῶς δεξαμένους. Λέγοι δ' ἂν τοῦτο καὶ ὡς δεδιψηκότι λαῷ τὴν προσδοκωμένην εὐαγγελιζόμενος χάριν. Θᾶττον γὰρ ὁ τοιοῦτος ἐκπίνοιτο πόμα σὺν ἡδονῇ· τοῦτ' ἔστιν ὑποδέξαι τὴν εὐφροσύνην τὸ δόγμα τῆς σωτηρίας μηδὲν αὐτοῦ προτιμῶν. Τί γὰρ τοῦ κτίσαντος πρεσβύτερον, ἢ τιμιώτερον τοῦ πρωτοτόκου πάσης τῆς κτίσεως; Πίε τοίνυν τοῦτο, μαθὼν ὡς Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐδὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διάστημα τοπικὸν, ἢ χρονικόν· τούτου δὲ πρῶτον ἐπὶ τὴν τοῦ ἔργου χώρει παραδοχὴν συντόνως τε καὶ σπουδῇ. Τοιγαροῦν ὁ Παῦλος ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλετο πρὸς τὸ κήρυγμα, ὅς γε οὐ δὲ προσανέθετο σαρκὶ καὶ αἵματι· δρομεὺς δὲ ὢν ἀγαθὸς, ἅμα τῷ συνθήματι πρὸς τὸ τέλος ἠπείγετο κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Οἱ τοίνυν εὐαγγελιζόμενοι, πρὸ τῆς ἐπιδημίας ἐν τῷ σκότῳ τῆς ἀγνοίας πορευόμενοι· ἐν τῇ Ἀνατολῇ τοῦ φωτὸς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, φῶς εἶδον μέγα. Πῶς δὲ οὐ μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ αἰσθητοῖς; ὃ καὶ Πατρὶ σύνεστι, καὶ πάντα φωτίζει; ἐν σκιᾷ δὲ ἦσαν θανάτου οἱ τὰ "Πρὸς θάνατον ἁμαρτάνοντες, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται." Ὁ δὲ τοιοῦτος, ἕως μὲν ἐν τῷ παρόντι βίῳ