De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
σκαραμάγγιον δίασπρον χρυσόκλαβον, καθέζονται δὲ καὶ οἱ κληθέντες φίλοι, οἱ μὲν ἀπὸ σκαραμαγγίων λευκῶν, οἱ δὲ χροακῶν, εὐθέως δὲ οἱ μὲν ἄρχοντες τοῦ κουβουκλείου ἀπαλλάξαντες ἀναχωροῦσι, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ κουβικουλάριοι ἀπαλλάξαντες, παρίστανται ἀπὸ σκαραμαγγίων. Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἁγίου Σαββάτου, ἀπέρχεται ὁ βασιλεὺς εἰς τὴν Ἁγίαν Σοφίαν, καὶ ἐκτελεῖ ἅπαντα τὰ τοῦ μεγάλου Σαββάτου, ὡς ἀνωτέρω εἴρηται· καὶ ἐν τῇ ὑπαλλαγῇ τῆς ἁγίας τραπέζης καὶ ἐν τῇ θυμιάσει τοῦ θυσιαστηρίου καὶ ἐν τῇ εἰσκομιδῇ τοῦ χρυσίου, καὶ ἐξελθών, ὡς εἴθισται αὐτῷ, ἀπέρχεται ἐν τῷ σκευοφυλακίῳ. Καὶ τελέσας ἐκεῖσε ἅπαντα, ὡς προείρηται, ἐξέρχεται διὰ τῆς ἀνωτέρω εἰρημένης πύλης· καὶ λαβὼν ἐκεῖσε παρὰ τοῦ πατριάρχου εὐλογίας, διὰ τοῦ στενοῦ τοῦ Ἁγίου Νικολάου διαβατικοῦ ἀπέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι, καὶ λαβὼν παρὰ τοῦ πατριάρχου εὐλογίας, οὐκ ἐξέρχεται ἐν τῇ μέσῃ πρὸς τὸ ἀπελθεῖν αὐτὸν ἐν τῷ παλατίῳ διὰ τὴν ἑορτὴν τοῦ Εὐαγγελισμοῦ, ἀλλ' ὑποστρέψας, εἰσέρχεται ἐν τῇ μικρᾷ πύλῃ τῇ οὔσῃ ἐν τῷ Φρέατι, ἐν ᾗ ἵσταται ἐν ταῖς μεγάλαις προελεύσεσιν, ἐπιδοὺς τοῖς ψάλταις καὶ λοιποῖς τὰς πλουσίας αὐτοῦ δωρεὰς ὁ βασιλεὺς ἐν τῷ κράζειν τὸν ἄργυρον. Καὶ ἐκεῖθεν διέρχεται διὰ τοῦ τρικλίνου, ἐν ᾧ 1.173 κραματίζει ὁ βασιλεὺς ταῖς μεγάλαις προελεύσεσι, καὶ εἰσέρχεται ἐν τῷ μητατωρίῳ, καὶ ἀπαλλάξας τὴν στολήν, ἣν φορεῖ τοῦ ἁγίου Σαββάτου, ὑπαλλάσσει τὴν τοῦ Εὐαγγελισμοῦ στολήν. Ἐξελθὼν δὲ ἀπὸ τῶν ἐκεῖσε ἠλλαγμένος, ἀπέρχεται ἔμπροσθεν τῶν θυρῶν τοῦ θυσιαστηρίου, καὶ εὐξάμενος, κρατῶν καὶ κηροὺς εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, ἐξέρχεται καὶ διέρχεται διὰ τῆς σωλαίας, καὶ μέλλοντος αὐτοῦ διέρχεσθαι διὰ τῆς σωλαίας, λαμβάνει ἀπὸ τοῦ πραιποσίτου κηρίον λιτανίκιν καὶ παρ' αὐτὰ ἄρχονται τὸ τροπάριν τῆς ἑορτῆς τό· "Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον." Καὶ δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν καὶ τῆς συγκλήτου, διέρχεται διὰ τοῦ ναοῦ, καὶ ἐξέρχεται διά τε τοῦ νάρθηκος καὶ τοῦ λουτῆρος. Κατελθὼν δὲ τὰ γραδήλια τοῦ Ἀθύρα, ἐξέρχεται ἐπὶ τὸ Μίλιον, καὶ διοδεύων τὴν Μέσην, ἀνέρχεται ἐν τῷ Φόρῳ καὶ τελέσας ἐκεῖσε ἅπαντα ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐδηλώθη, καὶ κατελθὼν εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου ἐν τοῖς Χαλκοπρατείοις, τελεῖ ἐκεῖσε τὴν θείαν λειτουργίαν μέχρι τοῦ Εὐαγγελίου. Καὶ ἀπὸ τοῦ Εὐαγγελίου κατέρχεται διὰ τῆς ξυλίνης σκάλας, καὶ ἐξέρχεται, τελεσθείσης τῆς ἐκτενοῦς· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ ἡ θεία λειτουργία οὐ τελεῖται ἅπασα, ἀλλ' ἕως τοῦ Εὐαγγελίου καὶ τῆς ἐκτενοῦς. Καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἐμβόλῳ, ὡς εἴρηται, ἱππεύει ἐκεῖσε μετὰ τῶν κατὰ συνήθειαν, καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος ἀπέρχεται ἐν τῷ παλατίῳ, ἐκτελῶν ἅπαντα ἐν τῇ διόδῳ, στάσει τε καὶ δοχῇ, ὃν τρόπον ἀνωτέρω ἐν τῇ καθόλου προελεύσει τοῦ Εὐαγγελισμοῦ ἐπὶ λεπτῷ ἐξεθέμεθα. Καὶ εἰσελθὼν εἰς τὸ παλάτιον, τελεῖ τὰ τοῦ ἁγίου Σαββάτου ἅπαντα.
1.174 ΜΕʹ (Λϛʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προελεύσει Ἑνώσεως Ἐκκλησίας.
Ἰστέον ὅτι καὶ ἡ προέλευσις τῆς Ἑνώσεως τῆς Ἐκκλησίας ὡς καὶ αἱ λοιπαὶ προελεύσεις ἐπιτελεῖται· καὶ γὰρ ἐμπράττως ὁ βασιλεὺς ἄπεισι, καὶ αἱ δοχαὶ κατὰ τύπον γίνονται, δηλονότι καὶ τῶν δήμων κατὰ τὸ εἰωθὸς ἀκτολογούντων ἐν τοῖς τόποις αὐτῶν. Ὁ δὲ βασιλεὺς ἀπερχόμενος ἕως τοῦ Ἁγίου Φρέατος, ἀποστέφεται ἐκεῖσε, εἶτα δεξαμένου αὐτὸν τοῦ πατριάρχου, ἀπέρχονται ἀμφότεροι εἰς τὸν ναὸν τῆς Ἁγίας Εἰρήνης. Καὶ δὴ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως τελουμένης. ἐπαίρουσιν ἀπ' αὐτοῦ τοῦ ναοῦ τῆς Ἁγίας Εἰρήνης τὴν λιτήν, καὶ ὑποστρέφουσιν εἰς τὸν ναὸν τῆς Ἁγίας Σοφίας λιτανεύοντες, καὶ εἰσέρχονται διὰ τοῦ γυναικείου μέρους τῆς αὐτῆς ἐκκλησίας καὶ τοῦ νάρθηκος, καὶ ἀποδόντες ἐκεῖσε τὴν τῆς λιτῆς ἀκολουθίαν, γίνεται ἡ εἴσοδος, καὶ εἰσοδεύει ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης μετὰ καὶ πάντων τῶν ἱερέων. Τὰ δὲ τῆς ὑποστροφῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι.