φωνῆς, οὔτε παρά του τῶν κρειττόνων ἐχρηματίσθης δυνάμεων, τὰ τῆς ἱερωσύνης μὲν ἀποθέσθαι σύμβολα, ἐπ' ἄλλον δὲ σαυτὸν βίον μετενεγκεῖν, πόθεν οὕτως ἰσχυρογνώμων περὶ τοῦ δεῖν ὑποδύσασθαι τὸν ποδήρη καθέστηκας; ὅτι δεῖ σοι τῷ σώματι ἀναπαύσεως, καὶ τῶν πολλῶν ἀπηλλάχθαι πόνων τε καὶ καμάτων ὧν τοῖς λογικοῖς εἰσενήνεξαι θρέμμασιν; ἀλλ' οὐ τοῦτο· θεὸς βούλεται μέχρι μέν τινος ἐργάζεσθαι ἡμᾶς ἀρετὴν καὶ ἐπαυξάνειν τὸ τάλαντον, εἶτα δὴ μετατίθεσθαι τοῦ σκοποῦ καὶ ἵστασθαι τοῦ προσωτέρου δρόμου καὶ τῆς συνεχοῦς συντονίας, ἀλλ' ἀεικινήτους εἶναι πρὸς τὸ καλόν, ἄχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, ἔφησέ τις σοφὸς καὶ παρά σοι θαυμαζόμενος, καὶ στῶμεν καὶ τῆς ἐφέσεως καὶ τῆς ἀναβάσεως. ἕως δ' ἂν ἀθέατος ἡ τοιαύτη πηγή, φωτὶ προσληψόμεθα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον· καὶ τοῦτο γὰρ τοῦ αὐτοῦ κρατῆρος. ἀλλ' οὐκ ἀμβλυντέον ἡμῖν τοὺς ὀφθαλμοὺς ἐξεπίτηδες, οὐδὲ τὴν πορείαν ἀναλυτέον, ἵν' ἀπὸ φωτὸς μείζονος ἔλαττον θεασώμεθα, ἀπὸ δὲ τῶν ἄκρων περάτων ἐς τὴν μεσημβρινὴν ζώνην ἀναποδίσωμεν, ἀλλ' οὐδὲ τὸ ἱερατεύειν τοιοῦτόν ἐστιν, ὁποῖον δὴ τὸ παλαίειν, ἢ τὸ παγκρατιάζειν, ἢ ἀκροχειρίζεσθαι, ἵν' ἐπειδὰν παρηκμακώς τις ὀφθείη, παύσοιτο τοῦ ἐπιτηδεύματος. οὐ γὰρ τὰ πολλὰ χειρῶν τῇ ἀρετῇ δεῖ, καὶ ποδῶν κινήσεως, ἀλλ' ὀλίγα μὲν γλώττης, τὰ πολλὰ δὲ κινήσεως νοῦ καὶ τῆς πρὸς θεὸν ἀναβάσεως, τοῦτο γάρ ἐστι τὸ θεῷ λειτουργεῖν, τὸ τὸν νοῦν ὑποδύεσθαι καὶ ὁρᾷν δι' αὐτοῦ τὰ ἐν τοῖς ἀδύτοις μυστήρια. ὥστ' εἰ μὲν εὖ ἔχων σώματος, ἐρρῶσθαι φράσας τοῖς πράγμασι, τὴν μετὰ τῶν πολλῶν ἐκκλίνεις διατριβήν, ἐντολὴν ἀθετεῖς, καὶ νόμων καταφρονεῖς ἱερῶν. εἰ δ' ἀπηγόρευκέ σοι τὸ σῶμα πρὸς τοὺς ἐν τῇ ἀρχιερωσύνῃ καμάτους, οὐδεὶς λόγος σε ἀναγκάζει τῆς αὐτῆς ἔχεσθαι συντονίας, οὐ μᾶλλόν γε εἰ καὶ τοὺς πυρέττοντας ἀναγκάσαιμι ἱππάζεσθαί τε καὶ προϊέναι καὶ προκινδυνεύειν τῶν πόλεων. Ἔπειτα καὶ οἷς πεποίηκας τἀναντία βεβούλευσαι· συναγαγὼν γὰρ διεσπαρμένον τὸ ποίμνιον, καὶ πολλοῖς καμάτοις καὶ πόνοις εἰς τὴν αὐτὴν μάνδραν εἰσαγαγών, εἶτα διασπείρειν ἐπιχειρεῖς καὶ διαιρεῖν τὸ συνημμένον, καὶ ἀπελαύνειν εἰς ὄρη καὶ ἐρημίας καὶ βάραθρα ἀφ' ὧν συνηγήοχας. καὶ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις στρατηγὸς τειχίσας πόλιν καὶ περιφράξας ἵνα μηδὲν ἐξ ἐπιδρομῆς πάθῃ, ἔπειτα ταύτην ἀφείς, ἐφ' ἑτέραν βαδίζοι ἀτείχιστον· ἀλλ', ὦ μακάριε, εἴποιμ' ἂν ἐγὼ πρὸς αὐτόν, εἶτ' οὐ δέδιας μὴ θᾶττον τὸ τεῖχος καθαιρεθείη οὐκ ὄντος τοῦ περιέποντος; τὴν αὐτὴν δὴ καὶ πρὸς σὲ φωνὴν ἀφίημι, ὅτι σοι αὐτίκα καὶ τὸ ἔρεισμα διαπεσεῖται ἐφ' ᾧ δὴ πολλὰ πεπόνηκας, καὶ ἡ περιβολὴ διαιρεθήσεται, καὶ ἁλώσιμος ἡ πόλις γενήσεται. Ἀλλ' εἰ μὲν ἦν σοι τὸ ποίμνιον ὁποῖον δὴ τὸ τῶν πολλῶν ἱερὸν πόλεων, ὀλίγον καὶ εὐαρίθμητον, καὶ τοῦτο νοσοῦν, πρὸς δὲ καὶ πόας καὶ μάνδρας δεόμενον, ἀλλ' οὐδ' οὕτως ἀποστατέον ἦν σοι τούτου, οὐδὲ τὴν ποιμαντικὴν ῥάβδον ἀπορριπτέον, οὐδὲ διαθραυστέον τὴν σύριγγα, ἀλλ' ἔδει καὶ τὸ νενοσηκὸς ἰάσασθαι καὶ τὸ πεπλανημένον ἀνακαλέσασθαι, καὶ τὸ διεσπαρμένον συναγαγεῖν. ἐπεὶ δέ σοι καὶ ἡ ποίμνη πολλή, καὶ ἡ μάνδρα πλατεῖα, καὶ ἡ νομὴ δαψιλής, οὐκ οἶδα ὅντινα δὴ τρόπον βεβούλευσαι, τῶν καλλίστων ἀφέμενος, τὰ χείρω τούτων ἀλλάξασθαι. ἔοικας δέ μοι οἴεσθαι τὸν ἐφ' ἡσυχίας βίον αὐτόχρημα ὁμιλίαν τε πρὸς θεὸν εἶναι καὶ ἐπιτυχίαν κρειττόνων, καὶ λογισμῶν ἔπαρσιν ἢ ἀνάπαυσιν. ὅτι μὲν οὖν καὶ χάρις τοιαύτη τοῖς ἡσυχάζουσι γίνεται, οὐκ ἂν ἀρνηθείην, ἀλλ' ἐνίοις, καὶ οὐδὲ τούτοις ἀεί, οὐδ' ἐπὶ πολύ, ἀλλ' ὥσπερ ἀστραπὴ ὁμοῦ τε ἔλαμψε καὶ παρελήλυθε τὸ φανέν, καὶ τοσοῦτον μὲν ἡ εἰρήνη, τὸ δὲ λειπόμενον μέρος τῆς ζωῆς οἱ κίνδυνοι. τῷ δ' ἀρχιερεῖ ἔστι μὲν πολλάκις καὶ πράγματα, τὰ δὲ πλείω εἰρήνη ψυχῆς καὶ κατάστασις· καὶ ἵνα τ' ἀκριβὲς εἴποιμι, ἢν νοῦς ἐπιστατῇ φιλόσοφος πᾶσι πράγμασιν,