60
τυγχάνει, οὔπω κατεπόθη θανάτῳ, μετανοῆσαι δυνάμενος, οὐ μὴν ἀπήλλακται παντελῶς. 2001 ∆ιὸ λέγεται ἐν σκιᾷ θανάτου εἶναι. Καὶ ἄλλως ἐσκιάζοντο ὑπὸ θανάτου. Βαθεῖα γὰρ αὐτοὺς νεφέλη τῆς εἰδωλολατρείας ἐπέκειτο. Λοιπὸν ὁ λόγος πρὸς αὐτὸ μεταβαίνει τοῦ Κυρίου τὸ πρόσωπον. Τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες, ἐν εὐφροσύνῃ. Ἐν ταύτῃ γὰρ τῇ χώρᾳ πλεῖστον ἐκτήσατο λαὸν, καὶ τοὺς ἀποστόλους αὐτοῦ. Ἀντὶ δὲ τοῦ κατήγαγες, ἐμεγάλυνας ἑρμήνευσαν οἱ λοιποί. Εὐφρανθήσονται δὲ οὗτοι καθάπερ ἐν ἀμητῷ. Πρὸς μὲν τὴν λέξιν, δι' οὓς εὐλόγησεν ἄρτους ἐν ταύτῃ τῇ χώρᾳ ἑπτά τε καὶ πέντε, καὶ τοσούτους ἐχόρτασεν. Καὶ ἐν θερισμῷ γὰρ ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν. Πρὸς δὲ διάνοιαν, ὅτιπερ οἱ ἀπόστολοι, καὶ οἱ τούτων εἰσέτι νῦν ὄντες διάδοχοι, ἐνώπιον τοῦ Σωτῆρος εὐφραίνονται δίκην ἀμώντων ἐργαζόμενοι τοῦ θερισμοῦ τῶν ἐθνῶν ἐργᾶται τυγχάνοντες· πρὸς οὓς ἔλεγεν, ὁ μὲν θερισμὸς πολὺς οἱ δὲ ἐργᾶται ὀλίγοι, καὶ πῶς γὰρ οὐκ ὀλίγοι τινὲς, οἳ, ὡς δεῖ καθηγούμενοι πρὸς τὸν μέγαν καὶ πολὺν τῶν ἐθνῶν θερισμόν; οἳ καὶ τῆς πολυθέου πλάνης εἰς ἑαυτοὺς διῃροῦντο τὰ σκύλα, ἃ δέδωκεν αὐτοῖς εἰς προνομεῖν ὁ Σωτὴρ ὁ λεγόμενος πρόσθε, ταχέως σκύλευσον, ὀξέως προνόμευσον; Κατὰ γὰρ τὴν παραβολὴν, τοῦ ἰσχυροῦ τυγχάνων ἰσχυρότερος, ἦρε τὴν πανοπλίαν αὐτοῦ, καὶ τὰ σκύλα διέδωκεν. Πανοπλίαν μὲν τὰς πονηρὰς δυνάμεις, δι' ὧν ἐνείργει τὴν εἰδωλολατρείαν. Σκύλα δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς, ἃς ὑποσυλήσας εἶχεν ὑφ' ἑαυτῷ λῃστοῦ καὶ τρόπῳ καὶ βίᾳ χρησάμενος. Ὁ δὲ ὡς ἀληθῶς ἰσχυρὸς καθελὼν τὴν εἰδωλολατρείαν, ἐλευθερώσας τε τὰς σκυλευθείσας ψυχὰς, διένειμε τοῖς μαθηταῖς προνοεῖν καὶ θεραπεύειν αὐτάς· οἳ καὶ εὐφραίνονται καθάπερ ἐν ἀμητῷ τῆς Ἐκκλησίας, ὁρῶντες τὰ λήϊα. Καὶ ἄλλως, ὃ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. Ἐν οὖν τῇ ἀνταποδόσει οἱ τὸν λόγον δεξάμενοι καὶ καρποφορήσαντες, ἀνάλογον τῶν ἐνταῦθα προκαταβεβλημένων παρὰ τοῦ δικαίου Κριτοῦ λαμβάνοντες τὸν μισθὸν, εὐφρανθήσονται τοῖς ἑαυτῶν ἐναπολαύοντες πόνοις. Οἱ γὰρ ἐκ σκύλων πλουτοῦντες ἀθρόαν ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμὴν, διόπερ ἄμφω φησὶν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος παρὰ τοῦ τὰ μεγάλα δωρουμένου διδόμενα· ἀλλ' ἐπανέλθωμεν ὅθεν ἐξέβημεν. Εὐφραίνονται τοίνυν οἱ τοῦ Χριστοῦ μέχρι νῦν μαθηταὶ, διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν σκύλων. Τὸν γὰρ τράχηλον αὐτῶν συνέκαμπτε ζυγὸς καὶ ῥάβδος θανατική. Τὰς γὰρ ψυχὰς τῇ δουλείᾳ τῆς ἁμαρτίας ὑπέταξεν ὁ πρὸς τοῦτο συλήσας αὐτάς· ὡς γὰρ ἀπαιτητὴς ἐφέστηκεν τῇ ἀνθρωπίνῃ ζωῇ ῥαβδίζων, καὶ νεύειν εἰς γῆν τῇ πρὸς τὰ πάθη σχέσει ποιῶν. Ὑπὸ ταύτης τῆς ῥάβδου πληγεὶς ἔλεγεν ὁ ∆αβίδ· "Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου." Ἡ πονηρὰ γὰρ ῥάβδος δυσώδεις μώλωπας τῷ πληγέντι ποιεῖ. Λογίζου τὸν ἐπιθυ 2004 μίαις ποικίλαις ἀγόμενον πῶς ἔοικεν ῥαβδιζομένῳ. Κέντρα γὰρ καὶ ὠδῖνας ἐπιθυμία τοῖς ἀκολάστοις ποιεῖ, μέχρι μώλωπα δυσώδη ψυχαῖς ἀθλίαις ἐναπομάξηται, ὃν ἡ τῶν αἰσχρῶν ἐνεργάζεται μνήμη. Ταύτην οὖν διασκεδάσει τὴν ῥάβδον, ὡς διεσκέδασε τὴν ἀρχὴν Μαδιάμ. Ἱστορίας δὲ μέμνηται ἡ τῆς ἐν Ἀριθμοῖς [καὶ ἡ] ἢ τῆς ἐν τοῖς Κριταῖς. Πῆ μὲν λέγων, "Παρετάξαντο ἐπὶ Μαδιὰμ καθὰ ἐνετείλατο Κύριος τῷ Μωϋσεῖ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν, καὶ τοὺς βασιλεῖς Μαδιάμ." Πῆ δέ φησι Γεδεών· "Ἀνάστητε, ὅτι παρέδωκεν Κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιάμ." Ὃ καὶ μᾶλλον ἔοικεν ὁ λόγος δηλοῦν. Ὡς γὰρ ἐπὶ Γεδεῶνος οὐχ ὅπλων παρατάξει νενίκηντο οἱ πολέμιοι, ἀφανεῖ δὲ καὶ θεηλάτῳ πληγῇ· οὕτω τῶν ψυχῶν οἱ πολέμιοι· καὶ ἡ τούτων διεσκέδασται ῥάβδος, ὧν ὁ ζυγὸς ἐπέκειτο, καὶ τοῖς ἐξ ἐθνῶν διὰ τῆς εἰδωλολατρείας, καὶ τοῖς ἐξ Ἰσραὴλ, διὰ τῶν Φαρισαίων. Πρὸς γὰρ τῷ ἀπὸ τοῦ νόμου ζυγῷ, περὶ οὗ φασιν οἱ μαθηταί· "Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστᾶσαι;" καὶ αὐτοὶ βαρύτερον