De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα ἐξέρχονται οἱ δεσπόται ἀπὸ τοῦ παλατίου μετὰ ὀξέων σκαραμαγγίων καὶ χρυσοπερικλείστων σαγίων, καὶ ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσι τὰ θωράκια, περιβάλλονται δὲ καὶ τὰ τζιτζάκια, καὶ γίνεται ὁ ἀσπασμὸς ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ μετὰ τὸν ἀσπασμὸν ἐκβάλλουσι τὰ τζιτζάκια καὶ περιβάλλονται τοὺς λώρους καὶ στέμματα, εἰ κελεύουσι, λευκὰ εἴτε ῥούσια, καὶ ἐν μὲν τῇ εὐωνύμῳ χειρὶ κρατοῦσι σκηπίονας χρυσοῦς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένους, ἐν δὲ τῇ δεξιᾷ χειρὶ τὴν ἀνεξικακίαν· τὰ δὲ τῆς προελεύσεως ἐπιτελεῖται, καθὼς εἰρήκαμεν. Ἰστέον ὅτι τῶν δεσποτῶν εἰσοδευσάντων, κατὰ τὸ εἰωθός, καὶ εἰσελθόντων ἐν τῷ μητατωρίῳ, ἐκβάλλουσι τοὺς λώρους, καὶ δὴ ἐκβαίνοντες εἰς τὰ ἅγια καὶ εἰς τὴν ἀγάπην καὶ εἰς τὴν κοινωνίαν, οὐ περιβάλλονται τοὺς λώρους, ἀλλὰ χλαμύδας· ἐν δὲ τῷ ὑποστρέφειν αὐτοὺς ἐν τῷ παλατίῳ, περιβάλλονται τοὺς λώρους καὶ στέμματα, εἰ μὲν ἐν τῷ πρωῒ λευκά, ἐν τῇ ὑποστροφῇ ῥούσια, εἰ δὲ τῷ πρωῒ ῥούσια, ἐν τῇ ὑποστροφῇ λευκά. Ἰστέον ὅτι, τῶν δεσποτῶν τῇ δευτέρᾳ τῆς διακαινησίμου ἀπὸ τοῦ παλατίου ἐξερχομένων, περιβάλλονται τὰ λευκὰ χρυσᾶ σκαραμάγγια καὶ τὰ διάλιθα τούτων σπαθία. 1.176 Ἐν δὲ τῇ τοῦ Κυρίου ἐκκλησίᾳ περιβάλλονται στέμματα πράσινα, καὶ ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ τῶν Ἁγίων Ἀποστόλων, καὶ περιβάλλονται τὰ ἑαυτῶν λευκὰ διβητήσια καὶ τὰ χλανίδια καὶ εἰσοδεύουσι. ∆είλης δὲ ἐν τῇ ὑποστροφῇ, περιβάλλονται τὰ κολώβια, ἤγουν τοὺς κριούς, καὶ τὰ διάλιθα ζωστίκια σπαθία καὶ στέμματα λευκά, εἰ δὲ βουληθῶσι βάλλειν τὰς τιάρας, ἤγουν τὰς τούφας, περιβάλλονται αὐτάς. Ἰστέον ὅτι ταύτῃ τῇ ἑβδομάδι τῆς διακαινησίμου, φοροῦσιν οἱ δεσπόται τὰ ἄσπρα διβητήσια, εἰ δὲ βουληθῶσι ποιῆσαι ἢ πρόκενσον ἐν ἐκκλησίᾳ, εἴτε λιτὴν εἴτε δοχὴν ἐν τῷ παλατίῳ, περιβάλλονται τὰ τζιτζάκια. Ἰστέον ὅτι τῇ καινῇ Κυριακῇ, ἤγουν τῶν θυρῶν κεκλεισμένων, ὁμοίως ἐπιτελεῖται· πολλάκις δέ, εἰ κελεύουσιν οἱ δεσπόται, ταύτῃ τῇ ἑορτῇ, ἀντὶ τῶν λευκῶν χρυσῶν σκαραμαγγίων, περιβάλλονται τὰ πορφυρᾶ σκαραμάγγια. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς ὁμοίως ἀλλάσσουσιν οἱ δεσπόται. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ἀναλήψεως ἀπὸ μὲν τοῦ παλατίου ἐξέρχονται οἱ δεσπόται μετὰ τριβλατίων σκαραμαγγίων, καὶ εἰσέρχονται εἰς τὸν δρόμωνα καὶ ἀπέρχονται μέχρι τῆς Χρυσῆς Πόρτης, ἐκεῖσε δὲ βάλλοντες τὰ αὐτῶν χρυσᾶ διάλιθα σπαθία καὶ καβαλικεύοντες τὰ χιώματα, ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ τῆς ὑπεραγίας Θεοτόκου τῆς Πηγῆς, κἀκεῖσε ἀλλάσσουσι τὰ ἑαυτῶν λευκὰ διβητήσια, καὶ εἰσοδεύουσιν· ἡ δὲ ὑποστροφὴ τελεῖται καθὼς καὶ τῇ δευτέρᾳ τῆς διακαινησίμου. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Νέας Μεγάλης Ἐκκλησίας ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Πεντηκοστῆς ἀλλάσσουσιν οἱ δεσπόται ἐν τῷ κοιτῶνι τῆς ∆άφνης λευκὰ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα ῥούσια, ἐν δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. 1.177 Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν Ἁγίων Πάντων περιβάλλονται οἱ δεσπόται χρυσᾶ σκαραμάγγια, οἷα κελεύουσι, καὶ στέμματα ὁμοίως. Ἰστέον ὅτι καὶ ἡ ἑορτὴ τῶν ἁγίων Ἀποστόλων ὁμοίως τελεῖται. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἁγίου Ἠλιοῦ ἀλλάσσουσιν οἱδεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Μεταμορφώσεως, ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσιν οἱ δεσπόται λευκὰ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα πράσινα, ἐν δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα τούτων σκαραμάγγια, καὶ εἰσερχόμενοι εἰς τὸν δρόμωνα, ἀπέρχονται ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, ἐν δὲ τῷ ἐκεῖσε κοιτῶνι ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Γενεσίου τῆς ὑπεραγίας Θεοτόκου, ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας, καὶ ἀνέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ Φόρου, καὶ ἀπὸ τῆς ἐκτενοῦς κατέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, κἀκεῖσε ἀλλάσσουσι τὰ πορφυρᾶ χρυσᾶ