ἀνήκεστα πρὸς τοῦ θηρὸς ἐπεπόνθεισαν· ἤνυον δὲ οὐδέν. οὗτος δὴ ὁ Μαριάγγελος, πρῶτος τῆς οἰκίας ταύτης, Βρετανὸς δὲ τὸ γένος, θεράποντα ἐξοπλίσας πανοπλίᾳ καὶ αὐτὸς ἐνεδύσατο πανοπλίαν. μετὰ δέ, ὡς ᾖσαν ἐπὶ τὸν θῆρα, τὸν μέντοι θεράποντα χανὼν κατὰ μέσον ἐσεφόρει ἐς τὸν λαιμὸν 1.181 αὐτοῦ· ὡς δ' ἤδη χανὼν οὔτε ἐντὸς λαβεῖν οἷός τε ἐγένετο, οὔτε ἐς τοὐπίσω ἐξορμῆσαι, πελέκει τὴν κεφαλὴν τοῦ δράκοντος καταίρων διέτεμε. καὶ ὁ μέντοι δράκων ταύτῃ ἔπεσε, καὶ ἡ πόλις ἠλευθέρωτο τοῦ θηρὸς πολεμοῦντος αὐτῇ. καὶ οὕτω δὴ στρατηγόν τε σφίσιν οἱ τὸ Μεδιόλανον ἐνοικοῦντες ἐστήσαντο, καὶ ἡγεῖσθαι ἐκέλευον ἐπὶ τοὺς πολεμίους ὡς ἄνδρα ἀγαθὸν γενόμενον. μετ' οὐ πολὺν δὲ χρόνον ἡγεμών τε κατέστη, δορυφόρους ἔχων ἀμφ' αὑτὸν καὶ τοὺς ἐν τῇ πόλει πείθεσθαι ἀναγκάζων. οὕτω δὴ ἄρξαντος ταύτης τῆς χώρας ἐπὶ τέσσαρας γενεὰς ἐς τὸν Φίλιππον ἡ ἀρχὴ περιῆλθε, πρὸς ὃν δὴ οἱ Οὐενετοὶ ἐπολέμουν διενεχθέντες, τά τε ἄλλα καὶ στρατηγοὺς ἑλόμενοι σφίσιν ἐς τὸν πόλεμον ἄνδρας τε ἀγαθοὺς καὶ χώρας ἄρχοντας οὐκ ὀλίγης. πρῶτον μέντοι Καραμινιόλαν στρατηγὸν εἵλοντο ἐπὶ τὸν Λιγυρίας ἄρχοντα. καὶ ὡς αὐτοῦ συνίεσαν καταπροδιδόντος τὴν χώραν καὶ συντιθεμένου τῷ Μεδιολάνου ἡγεμόνι, συλλαβόντες ἀνεῖλον, καὶ Φραγκίσκον τὸν Φορτίαν ἐπίκλην μεταπεμπόμενοι ἡγεῖσθαι τε αὐτῶν ἐκέλευον καὶ ἐτίμων μεγάλως, τά τε ἄλλα εὐδοκιμοῦντα καὶ πόλεις τῆς Λιγυρίων χώρας οὐκ ὀλίγας παραστησάμενον, τήν τε ἀρχὴν τῆς ἠπείρου ἐπὶ μέγα προήγαγε δυνάμεως. ὡς μὲν οὖν πρὸς τούτους πολεμοῦντας ἀλλήλοις ξύμπασα ἡ Ἰταλία διέστη πρὸς ἑκατέρους, καὶ ὡς ἐπολέμησαν, ἐς τὸ πρόσω ἰόντι τοῦ λόγου δηλοῦταί μοι, ὡς ἐγένετο. Ἐπάνειμι δὴ ἐπὶ τὴν Οὐενετῶν πόλιν, ὡς ταύτῃ τῇ πόλει ἐγένετο τύχη ἐπ' ἀμφότερα τῇ πόλει ἐναλλὰξ συμβάν. καὶ 1.182 αὕτη ἐς τόνδε τὸν πόλεμον ἑλομένη ἑαυτῇ στρατηγοὺς τὰ πολέμια ἀγαθούς, ἐν δὲ δὴ καὶ ὃν ἐσήμηνα Καραμινιόλαν, κηδεστὴν γενόμενον τοῦ Λιγύρων τυράννου. τοῦτον μέντοι ὡς ἐπιβουλεύοντα σφίσι λαβόντες ἀπέκτειναν, Φορτίαν δὲ μεταπεμψάμενοι ἐστήσαντο σφίσι στρατηγὸν ἑλόμενοι. ὡς μὲν οὖν ἔργα ἀποδεικνυμένους μεγάλα τε καὶ ἄξια λόγου, ἐπὶ χίλια ἔτη εὐδαίμονας διαγενομένους, ἄλλοις πολλαχῇ κατὰ τὴν Ἰταλίαν ἐνευδοκιμῆσαι κατάδηλόν ἐστι, καὶ ἐμπεδῶσαι αὐτῇ τὰ κατὰ τὴν ἀρχήν, ὡς ἐλάχιστα ἐσφάλλετο ὑπὸ τῶν πολιτῶν, τῇδέ πῃ ἂν κατάδηλος γένοιτο ἡ τῆς πόλεως διοίκησις, ὡς ἐν βραχεῖ διασημῆναι. ἦν γὰρ αὕτη ἡ πόλις τὸ παλαιὸν δημοκρατία, καὶ ὑπὸ δήμοις τε ἅμα ἐν ταῖς ἀρχαῖς αὐτῶν, ἃς ᾑρεῖτο, τὴν πόλιν, ᾗ ἐδόκει καλῶς ἔχειν σφίσι, διῴκουν. μετὰ δὲ ταῦτα, ὡς ἐπὶ τὰ ἔργα σφῶν οἱ δημόται ἐτρέποντο, καὶ οὐκέτι σχολὴν ἦγον, ὥστε ἐπὶ τὴν διοίκησιν λόγον ποιεῖσθαι, ὡς ἑκάστοτε ἀναγκάζοι βουλεύεσθαι ὁ χρόνος, ἐπιλεξάμενοι τοὺς ἀρίστους, εἴτε τύχῃ τινί, εἴτε δὴ καὶ ψήφῳ ἑλόμενοι, οὕτω περὶ τούτους ἐς ἀριστοκρατίαν τὸ παράπαν ἐτράπη, καὶ τὸ ἀπὸ τοῦδε εἰσέτι καὶ νῦν ἀσφαλῶς διῳκημένη ἐπὶ μέγα δυνάμεως ἐχώρησε. διοικεῖται δὲ κατὰ τάδε. Ἔστιν ἡ μεγάλη βουλὴ καλουμένη αὐτοῖς, ἐν ᾗ ἐπὶ ἡμέρας ὀκτὼ σχολὴν ἄγουσιν. ἐν ταύτῃ δὲ τῇ βουλῇ τάς τε ἀρχὰς τῶν πόλεων αἱροῦνται, ψήφους τιθέμενοι, καὶ τὰς ἐν τῇ πόλει αὐτῇ ἀρχάς, ὅπῃ ἂν καθιστῶνται. νομίζεται δὲ ἐξεῖναι, ὡς ἔτη 1.183 τέσσαρα καὶ εἴκοσι γεγονὼς εἴη, εἰσιέναι ἐς ταύτην τὴν βουλήν, ἢν αὐτῷ τὴν ἀρχὴν συνεχωρήθη γε εἰσιέναι, κἂν συγκλητικὸς ᾖ. εἴησαν δ' ἂν οὗτοι ἀμφὶ τοὺς δισχιλίους, οἱ τάς τε ψήφους τιθέμενοι καὶ τὰς ἀρχὰς ξυμπάσης ἤδη τῆς ἀρχῆς αἱρούμενοι. ἡγεμὼν δὲ τούτων ἐστίν, ὃν ἂν ἕλωνται, τὸν παρ' αὐτοῖς κράτιστον δοκοῦντα γενέσθαι. φέρει δ' οὗτος δύο ψήφους, τιθέμενος ᾖ ἂν βούλοιτο προστίθεσθαι. μένει δ' οὗτος ἡγεμὼν τιμώμενός τε τὰ πρῶτα ὑπὸ τῶν συγκλητικῶν καὶ ἐν τοῖς βασιλείοις ἐπιμένων, ἔχων τήν τε δαπάνην ὑπὸ τῶν τῆς πόλεως προεστηκότων. πάρεισι δ' αὐτῷ βουληφόροι ἄνδρες ἓξ τὸν ἀριθμόν, ἑταῖροί τε αὐτῷ ὄντες καὶ τὴν τιμὴν τῆς ἡγεμονίας συγκατεργαζόμενοι, ἐπὶ μῆνας ἓξ ἀπαλλαττόμενοι τῆς σφῶν οὗτοι ἀρχῆς. μετὰ δὲ τὴν μεγάλην βουλὴν ἔστιν ἡ βουλὴ