οὐδὲν ἂν ἀηδὲς τοῖς μεταχειρίζουσι ταῦτα γένοιτο· σοὶ δὲ αὐτὸ τοῦτο φιλοσόφῳ τυγχάνοντι, τίς ἐπήρεια παρὰ τῶν πραγμάτων γενήσεται; ὥσπερ οὐδὲ κυβερνήτῃ παρὰ τῶν πραγμάτων, ἀλλὰ στρέψει καὶ μεταστρέψει τοὺς οἴακας καὶ πηδαλιουχήσει ἐπιστημόνως τὴν ναῦν. Εἰ μὲν οὖν αὐτόθεν τῶν κρειττόνων κατέγνωκας, ἄλλο τοῦτ' ἂν εἴη πρᾶγμα, κρεῖττον συμβουλῆς τε καὶ παραινέσεως· εἰ δ' ἕπεσθαι λόγοις κρείττοσι βούλοιο, οὐκ ἂν οἶμαί σε καλλίοσιν ἐντυχεῖν, καὶ αὐτὸς ἂν ἐρεῖς, ὅς γε δή μοι καὶ τοὺς πρώτους λόγους κατασπείρας ἐν τῇ ψυχῇ τοῦ ἐπὶ πᾶσι πρωτείου παραχωρεῖς. Ἔχεις οὖν ἤδη, φίλτατε πάντων ἀνδρῶν, παρ' ἡμῶν καὶ τὸν λόγον καὶ τὴν παραίνεσιν, τὸν μὲν ἐπηγγελμένον πάλαι σοι καὶ ὡς χρέος ἐκτετισμένον, εἰ καὶ μὴ αὐτὸς τὴν ὀφειλὴν ἐθέλοις λαβεῖν, τὴν δὲ ἀπ' εὐνοίας ἅμα σοι προσενεχθεῖσαν καὶ ἀκριβοῦς διασκέψεως. οὐ γὰρ ὡσπερεὶ κοινωνῶν σοι τοῦ πράγματος, ἔπειτα δέδια μὴ τοῦ μέρους αὐτὸς στερηθήσομαι. ἐμοὶ δὲ τίς ἀποδώσει τὸν λόγον ἢ ζῶντι, ἢ τελευτήσαντι; πολλοῖς μὲν γὰρ αὐτός, εἰ δὲ βούλει καὶ ξύμπασι, τὰς τοῦ συγγράφειν ὑπέθηκα ἀφορμάς, οὐκ οἶδα δὲ εἴ μοι περὶ τὸν λόγον εὐγνωμονήσουσι, μᾶλλον δὲ θάτερον δέδοικα, ὅπερ οὐκ ἂν εἴποιμι, καὶ μᾶλλόν γε τοῦτο βουλοίμην ἢ συγκεχῦσθαι. ἀλλ' εἰ μὲν ἀρκέσει μοι τὸ ζῶν ἦθος καὶ τὰ συγγράμματα, ἀπέχω τὸ ἀποχρῶν μοι ἐγκώμιον, εἰ δ' οὖν, ἀλλά μοι καὶ τοῦτο κέρδος ἀμνημονεύτῳ κεῖσθαι ὑπὸ τὴν γῆν, οὔτε τιμωμένῳ πέρα τοῦ δέοντος, οὔτ' ἐλεγχομένῳ ἐφ' οἷς βεβίωκα· μόνον εἴη μοι θεὸς ἵλεως παρ' οὗ μοι καὶ τὰ κρείττω συμβέβηκε, καὶ ᾧ μόνῳ τὴν ἐμὴν ζωὴν ἀνατέθεικα, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 18 Εἰς τὸν βασιλέα τὸν ∆ιογένην ὅτε ἐβασίλευσεν Νῦν ἡμέρα σωτήριος, νῦν ἐλευθερία κακώσεων, νῦν τῆς νέας Ῥώμης ἰσχὺς καὶ κραταίωσις, νῦν βασιλείας πύργος ἀκλόνητος, τεῖχος ἀκράδαντον, στῦλος ἄσειστος, θεμέλιος ἐπὶ τῶν τοῦ κυρίου ἐστηριγμένος χειρῶν. νῦν ἐπεσκέψατο κύριος τὴν κληρονομίαν αὐτοῦ καὶ ἔκυψεν ἐξ οὐρανοῦ καὶ εἶδε, καὶ ἀπέστειλεν ἐξ ὕψους τὸν ἄγγελον αὐτοῦ καὶ ἐρρύσατο ἡμᾶς καὶ παρόντων κακῶν καὶ μελλόντων δεινῶν καὶ συστροφῆς νεφῶν καὶ ἐμβολῆς βελῶν. Ποῦ τὰ Περσῶν αὐχήματα νῦν; ποῦ τὰ Μήδων φρυάγματα; ποῦ ἡ τῶν Σκυθῶν ἐποπτευομένη ἐπιδρομή; ποῦ ἡ ἀλαζὼν τῶν Τούρκων ὀφρὺς καὶ ἡ ἀνυπόστατος τοῦ βαρβάρου ὁρμή; Νῦν ὥσπερ ἐπὶ ζυγοῦ ἀντίρροπα πάντα καὶ ἀντίσταθμα γέγονε, καὶ αἱ πλάστιγγες μετετέθησαν. νῦν πάντα καινά, καὶ μετήλλακται μὲν τὰ ἐχθρῶν, μετεσχημάτισται δὲ τὰ ἡμέτερα. νῦν τεθεάμεθα βασιλέα, οὔτε τὴν κλῆσιν οὔτε τὸ σχῆμα ψευδόμενον, μέγαν ὡς γίγαντα, ὑψηλὸν τῷ βραχίονι, κραταιὸν τῇ δυνάμει, καὶ ἄοπλον φοβερὸν καὶ ὡπλισμένον ἰσχυρόν τε καὶ ἀνυπόστατον, τὸ μὲν εἶδος τῷ ὄντι τυραννίδος ἄξιον, τὴν δὲ καρδίαν ἀνθάμιλλον τῷ προφήτῃ ∆αυίδ. Ἔν σοι γάρ, θειότατε βασιλεῦ, ἀθρόα πάντα συνέδραμεν, ὅσα φοβερά, ὅσα λαμπρά, ὅσα θαυμάσια· γένος ἀσύγκριτον τὴν εὐγένειαν, πατρὶς ἡ καλλίστη τῶν πόλεων, ἐξ ἧς φύσεις γενναῖαι καὶ ἰσχὺς ἀήττητος καὶ κράτος κατὰ βαρβάρων ἀφόρητον· φύσις σώματος οἵαν οὐκ ἂν ἐπενέγκοι βάρβαρος θεασάμενος, φύσις ψυχῆς οἵαν ἡμεῖς ὁρῶντες γανύμεθα· ὁρμὴ κατὰ μὲν ἐχθρῶν ἀνυπόστατος, πρὸς ἡμᾶς δὲ γαλήνιος καὶ ἥμερον ἐπιλάμπουσα. ∆ιογενὴς τὸ φαινόμενον, θεοειδὴς τὸ κρυπτόμενον· σεμνὸς τὰ πρὸς αἴσθησιν, λαμπρὸς τὰ πρὸς νόησιν, εὐσταθὴς τὸ φρόνημα, εὐφυὴς τὸ ἐνθύμημα, τὸν νοῦν ὀξύς, τὴν γλῶτταν ταχύς, ῥήτωρ καὶ στρατιώτης ὁμοῦ. ὢ τοῦ παραδόξου θαύματος· τὰ διῃρημένα, λόγους καὶ ὅπλα, τόξα καὶ μέτρα, ῥήματα καὶ ὁρμήματα, σοφίαν καὶ πανοπλίαν, εἰς μίαν τὴν σεαυτοῦ παραδόξως ψυχὴν συνήγαγες. καὶ πολεμεῖς μὲν ὑψηλῷ τῷ βραχίονι, ὁμιλεῖς δὲ ἐλευθέρως καὶ στρογγύλως τῇ γλώττῃ, καὶ ἔοικας ποταμῷ ἅμα καὶ ὀχετῷ. ὁ μὲν γὰρ νοῦς ποταμηδὸν ἐπιχεῖ τὰ νοήματα, ἡ δὲ γλῶττα ἠρέμα ἐπικλύζει τὴν ὀχετηγίαν τῶν