61
ἐπετίθεσαν ἀπλείστως καλαμώμενοι τὸν λαόν. Λέγοι δ' ἂν καὶ ῥάβδον τὴν τούτων πλεονεξίαν, οἱ καὶ ἥδιστα πᾶν ὁτιοῦν ἂν ἔπαθον ἤπερ τὴν ἐπιδημίαν εἶδον Χριστοῦ. ∆ιεσκέδασται τοίνυν τοῦ ἀπαιτοῦντος ἡ ῥάβδος, οἳ καὶ ἡττηθέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀπαιτήσουσιν. Ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς, καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα μετὰ τῶν ἰδίων δυνάμεων σεσύληκεν ὁ διάβολος, γυμνὴν ἀποδείξας αὐτὴν καὶ ἀσχήμονα, καὶ ταῦτα δόλῳ καὶ ἀπάτῃ τῇ πρὸς αὐτὴν ἐποιήσατο; τούτου χάριν, φησὶν, ἀποτίσουσιν· οἱ καὶ τὸν καιρὸν δεδιότες τῆς ἀποτίσεως, ἐθελήσουσιν, εἰ ἐγενήθησαν, πυρίκαυστοι μᾶλλον, ἢ τὸν Σωτῆρα τῶν ὅλων ἐπιδημοῦντα θεάσασθαι. Τοῦτον γὰρ φρίττοντες ἔλεγον· "Τί ἡμῖν καὶ σὺ, Υἱὲ τοῦ Θεοῦ, ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Τὸ δὲ μεταλλαγῆς μετὰ προσθήκης φησίν. Οὐ γὰρ ἅπερ ἀφῃρήμεθα μόνον ἀπολαμβάνομεν, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν πίστεως βελτιούμεθα. "Ἐνέδυσε γάρ με, φησὶν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης." Ἐπισυνηγμένην δέ φησιν λαθραίως ἀφαιρεθεῖσαν. Τίς δὲ ἦν οὗτος, ὃν ἔφριττον, ἐπήνεγκεν· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός· ὁ αὐτὸς δὲ τῷ Ἐμμανουὴλ, ὁ νῦν υἱὸς καὶ παιδίον λεγόμενος. Τρίτον τοῦτο υἱὸς ἐν τῇ νῦν προφητείᾳ καὶ παιδίον ῥηθείς. Ἔλεγεν γὰρ, "Ἡ Παρθένος τέξεται υἱὸν, ὃν καλέσεις Ἐμμανουήλ·" ᾧ ἐπήγαγεν, "Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν." Καὶ πάλιν, "Ἡ προφῆτις, φησὶν, ἔτεκεν υἱόν." Καὶ ἐπήνεγκεν, "∆ιότι πρὶν ἣ γνῶναι τὸ παιδίον καλεῖν πατέρα καὶ μητέρα." 2005 Καὶ νῦν τρίτον, ὅτι παιδίον ἐγεννήθη ἡμῖν. Ὁ οὖν, υἱὸς οὗτος καὶ τὸ παιδίον ὁ παρὰ τοῦ Θεοῦ δῶρον ἡμῖν τοῖς πεπιστευκόσι δοθεὶς, καὶ δι' ἡμᾶς οὐ δι' αὐτὸν γεννηθεὶς, πολυώνυμός τις ὢν, μεγάλης βουλῆς ἄγγελος ἐπὶ τοῦ παρόντος ὠνόμασται. Αὐτὸς γὰρ ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων, τὴν ἑτέραις γενεαῖς μὴ φανερωθεῖσαν ἀγγείλας, ἐφανέρωσεν τὸν ἀνεξιχνίαστον ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Τοῦτ' ἔστιν ἡ βασιλεία καὶ ἡ δυνάμις ἐν τῷ σταυρῷ, ἐφ' οὗπερ ὑψωθεὶς πάντας εἴλκυσε πρὸς ἑαυτόν. Τὴν γὰρ ἰσχὺν διὰ τοῦ ὤμου δηλοῖ. Πᾶσα γὰρ ἡμῶν ἡ ἰσχὺς ἐν ὤμοις τε καὶ βραχίοσιν. Εἴρηται γὰρ καὶ βραχίων Κυρίου, κατὰ τό· "Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;" ἦρξε τοίνυν τοῖς ἐπ' οὐρανῶν διὰ τῆς ἰδίας δυνάμεως. Ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Τινὲς δὲ τὸν σταυρὸν ἔφασαν, ὅτι τοῦτον ἦρεν ἐπὶ τοῦ ὤμου. πῶς δὲ μεγάλης βουλῆς ἄγγελός ἐστιν, Ἰωάννης ἐδήλωσεν λέγων· "Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Καὶ τοῖς ἀποστόλοις φησὶν ὁ Σωτήρ· "Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἐγνώρισα ὑμῖν." Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Καὶ κληθήσεται ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρός. Ὁ δὲ Ἀκύλας· Θαυμαστὸς, συμβουλεύων, ἰσχυρός. Ὁ δὲ Θεοδοτίων, θαυμαστὸς, συμβουλεύων, ἰσχυρός. Συμφώνως γὰρ πάντες τῷ παρὰ τοῖς Ἑβδομήκοντα Θεὸς, ἐξέδωκαν ἰσχυρὸς, ὥσπερ εὐλαβηθέντες ἐπὶ παιδίου γεννωμένου τάξαι τοῦ Θεοῦ τοὔνομα. Οἱ δὲ Ἑβδομήκοντα τοῖς θεοπρεπῶς περὶ αὐτοῦ λεγομένοις ἐνατενίσαντες, τὸ παρὰ τοῖς Ἑβραίοις Ἢλ, Θεὸν εἰκότως ἑρμήνευσαν. Εἴπερ ἄρχων εἰρήνης, εἴρηται καὶ ἄρχων τοῦ μέλλοντος αἰῶνος, καὶ τὴν εἰρήνην ἔχειν ἀπέραντον. Τὸ δὲ Ἢλ ἐπὶ τοῦ Θεοῦ πολλάκις παρείληφεν ἡ Γραφή. Καὶ γὰρ ἔνθα φησὶ, Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστιν. Ἀντὶ τοῦ Θεὸς, τὸ Ἑβραικὸν Ἢλ ἔχει· Καὶ πάλιν ἐν τῷ λέγεσθαι, "Σὺ γὰρ εἶ ὁ Θεὸς καὶ οὐκ ᾔδειμεν·" πάλιν τὸ Ἢλ ἐμφέρεται. Καὶ πάλιν ἐν οἷς εἴρηται· "Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος." Τὸ Ἤλ ἐστιν ἀντὶ τοῦ, Θεός. Οὐκοῦν καὶ νῦν τὸ Ἢλ γιββὼρ, Θεὸς ἰσχυρὸς εἰκότως ἑρμηνεύεται. Ἐπὶ καὶ αὐτὸς ὁ ἐκ τῆς παρθένου γενόμενος Ἐμμανουὴλ τὸ Ἢλ ἔχων, μεθ' ἡμῶν ὁ Θεὸς, καὶ παρὰ τῶν ἄλλων ἑρμηνεύεται. Ὅτι δὲ 2008 καὶ νῦν τὸ Ἢλ ἐπὶ τοῦ Θεὸς, αὐτὸς δηλοῖ προϊών. Λέγει γὰρ, "Καὶ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ,