De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
σκαραμάγγια, περιβαλλόμενοι καὶ τὰ τούτων σπαθία καὶ στέμματα, οἷα κελεύουσι, καὶ ἀπὸ τοῦ Εὐαγγελίου ὑποστρέφουσιν ἔφιπποι μετὰ τῶν χιωμάτων. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ὑψώσεως, ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἁγίου ∆ημητρίου ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἀρχιστρατήγου, ἀλλάσσουσιν οἱ 1.178 δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν Χριστουγέννων, ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα πράσινα, ἐν δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἡμέρᾳ τοῦ Βότου ἐν τῷ Ἱπποδρομίῳ, ἀλλάσσουσιν οἱ δεσπόται τὰ παγανά, καὶ οἱ ἄρχοντες τὰ ἀτραβατικὰ χλανίδια. Ἰστέον ὅτι ἐν τοῖς ἱππικοῖς πᾶσιν ἱπποδρομίοις, ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα, οἷα κελεύουσιν. Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν ἁγίων Φώτων, ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα βένετα, ἐν δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ὑπαπαντῆς, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα αὐτῶν σκαραμάγγια, καὶ εἰσερχόμενοι εἰς τὸν δρόμωνα, ἀπέρχονται ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, ἐν δὲ τῷ ἐκεῖσε κοιτῶνι ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα τούτων σκαραμάγγια καὶ τὰ χρυσοπερίκλειστα σαγία, καὶ ἀνέρχονται ἐν τοῖς κατηχουμενίοις τῆς Ἁγίας Σοφίας, κἀκεῖσε ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας, καὶ λιτανεύοντες εἰσοδεύουσιν. Εἶθ' οὕτως ἀνερχόμενοι ἐν τοῖς κατηχουμενίοις, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου καὶ ἀπέρχονται ἐν τῷ πατριαρχείῳ. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ τῆς ὑπεραγίας Θεοτόκου, ἐν τῷ κοιτῶνι τῆς ∆άφνης ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας, καὶ ἀνέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ Φόρου, καὶ ἀπὸ τῆς ἐκτενοῦς κατέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ ναοῦ 1.179 τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, κἀκεῖσε ἀλλάσσουσι τὰ πορφυρᾶ χρυσᾶ σκαραμάγγια, περιβαλλόμενοι καὶ τὰ τούτων σπαθία καὶ στέμματα, οἷα κελεύουσι, καὶ ἀπὸ τοῦ Εὐαγγελίου ὑποστρέφουσιν ἔφιπποι μετὰ τῶν χιωμάτων.
2.1 ΜΖʹ (ΛΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ βασιλέως. Προέρχονται πάντες μετὰ ἀλλαξίμων, καὶ ἀλλάσσει πᾶσα ἡ σύγκλητος καὶ τὰ ἀξιώματα τῶν σχολῶν καὶ τῶν λοιπῶν ταγμάτων καὶ προλαμβάνουσι τὰ σκεύη πρὸς τὸ ὀψικεῦσαι τοὺς δεσπότας, καὶ ὅτε πάντα ἑτοιμασθῶσιν, ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ Αὐγουστέως, φορῶν τὸ σκαραμάγγιον αὐτοῦ καὶ σαγίον πορφυροῦν, ὀψικευόμενος ὑπὸ τοῦ κουβουκλείου, καὶ ἐξέρχεται μέχρι τοῦ Ὀνόποδος, καὶ γίνεται ἡ πρώτη δοχὴ τῶν πατρικίων ἐν τῷ Ὀνοποδίῳ καὶ λέγει ὁ τῆς καταστάσεως· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ κατέρχονται μέχρι τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται οἱ ὕπατοι κονσιστώριον καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ ἵστανται οἱ δεσπόται εἰς τὸ κιβώριον, καὶ πίπτουσιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις. Καὶ ἀναστάντων αὐτῶν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει ὁ σιλεντιάριος· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ἀποκινοῦσιν εἰς τὴν ἐκκλησίαν διὰ τῶν Σχολῶν, τὰ δὲ μέρη ἵστανται ἐν τοῖς τόποις αὐτῶν ἠλλαγμένα, σφραγίζοντες καὶ μόνον. Καὶ ὅτε εἰσέλθῃ ὁ βασιλεὺς εἰς τὸ Ὡρολόγιον, σηκοῦται τὸ βῆλον, καὶ εἰσέρχεται ἐν τῷ μητατωρίῳ καὶ ἀλλάσσει τὸ διβητήσιον καὶ τὸ τζιτζάκιν καὶ βάλλει ἐπάνω τὸ 2.2 σαγίον καὶ εἰσοδεύει μετὰ τοῦ πατριάρχου καὶ ἅπτει κηροὺς εἰς τὰς ἀργυρᾶς πύλας καὶ εἰσοδεύει ἐν τῷ ναῷ καὶ εἰσέρχεται εἰς τὴν σωλαίαν καὶ εὔχεται εἰς τὰ ἅγια θυρία, ἅψας κηρούς, καὶ ἀνέρχεται εἰς τὸν ἄμβωνα ἅμα τοῦ πατριάρχου. Καὶ ποιεῖ τὴν εὐχὴν ὁ πατριάρχης ἐπὶ τῆς χλαμύδος, καὶ ὅταν πληρώσῃ τὴν εὐχήν, ἐπαίρουσιν αὐτὴν οἱ τοῦ κουβουκλείου καὶ ἐνδύουσι τῷ δεσπότῃ. Καὶ πάλιν ποιεῖ εὐχὴν ἐπὶ τοῦ στέμματος αὐτοῦ, καὶ πληρώσας, λαμβάνει αὐτὸς ὁ πατριάρχης τὸ στέμμα, καὶ τίθησιν αὐτὸ εἰς τὴν κεφαλὴν τοῦ δεσπότου, καὶ εὐθέως