λέξεων· σὺ δὲ βασιλεῦ, καὶ δημηγορήεις ἐν τοῖς στρατεύμασι καὶ ὁρμὴν ἐπενέγκῃς τῷ λόγῳ καὶ συνεξορμήσεις τῷ πράγματι. καὶ οὗ μὲν καιρὸς ἀφέσεως βελῶν, αὐτίκα τὸ τόξον ἐντενεῖς, οὗ δὲ ἀκοντίου, ἀκοντιεῖς, οὗ δὲ δόρατος, ἀγκαλισάμενος ἐρρωμενέστατα ἐμβαλεῖς τοῖς τῶν ἀντιτεταγμένων σώμασι. καὶ οὗ μὲν χρεία λόγου, ῥητορεύσεις λαμπρῶς, οὐ τὰς ∆ημοσθένους δεινότητας ἁρμοσάμενος, ἀλλὰ τὰς τοῦ Πυλίου Νέστορος χάριτας ἀναψάμενος· οὗ δὲ ἀνάγκη συνασπισμοῦ καὶ συντάξεως, καὶ κατὰ μέτωπον στήσῃ καὶ ἑκατέρω τὼ κέρα, καὶ ὑπερφαλαγγίσεις καὶ περιελίξεις τὴν φάλαγγα καὶ ἐξαλλάξεις τοὺς λόχους καὶ μετασχηματίσεις τὴν τάξιν καὶ στρατηγικῷ ἐμβριμήματι καταπλήξεις τὸ βάρβαρον. Ἀλλ' ἐξάγει με καὶ πρὸς τὴν βασιλίδα ὁ λόγος, ἣν οὐ μόνον ἐγκωμιᾶσαι, ἀλλὰ καὶ θαυμᾶσαι δεδύνημαι. ὦ τοσοῦτον ἐνθυμηθεῖσα καλόν, ὦ τοσοῦτον ἀγαθὸν ἐννοήσασα. ὠχύρωσας τὰς πόλεις ἡμῶν, τὰ τῶν βαρβάρων τείχη διέρρηξας, ἐκόσμησας τὴν τῆς Ῥώμης ἀρχήν, σαυτὴν ὕψωσας, τοῖς παισὶ τὴν βασιλείαν ἐφύλαξας, δι' ἑνὸς ἐνθυμήματος καὶ μιᾶς πράξεως εἰς ταὐτὸ τὰ χρηστὰ πάντα συνήνεγκας· ἀλλ' ὑπὸ προθυμίας τε καὶ χαρᾶς μικροῦ καὶ συνορχήσασθαι βούλομαι. Νῦν τῷ ὄντι φωστήρων σύνοδος, νῦν οὐρανὸς καὶ γῆ συνευφραίνεται, καὶ πάντα σκιρτᾷ καὶ ἀγάλλεται, καὶ ὁ καιρὸς ὡς ἀληθῶς πανηγύρεως. ἐπεὶ δὲ καὶ συγκρίσεως δεῖ τῷ λόγῳ, παράδοξον μὲν ἐρῶ λόγον, ἀληθέστατον δέ· σὺ μέν, ὦ βασιλεῦ, κατὰ πάντων ἔχων τὰ νικητήρια, μόνης τῆς βασιλίδος, εἴπω δὲ καὶ δεσπότιδος, ἥττησαι· σὺ δέ, ὦ βασιλίς, πάσαις ὀφθεῖσα ἀσύγκριτος, ἵνα μὴ λέγω καὶ πᾶσι, τὰ δευτερεῖα φέρεις, καὶ τοῦτο ἑκοῦσα, τοῦ βασιλεύοντος. ὦ καὶ πάντας νικήσας καὶ πάσας νικήσασα, καὶ ἀλλήλους νικῶντες καὶ ὑπ' ἀλλήλων τὴν ἧτταν λαμβάνοντες· ὦ σὺ μὲν ἀρρένων ἄγαλμα, σὺ δὲ θηλειῶν σεμνολόγημα. 19 Τῷ αὐτῷ ὡς ἐν ἐγκωμίῳ προσχήματι Ποῦ ποτε ἀπαίρεις ὁ λαμπρότατος ἥλιος, ὁ μέγας τῆς ἀληθείας φωστήρ; πῶς δὲ καὶ καρτερεῖς τὴν τοῦ κόσμου σελήνην ἀπολιπών, ὑφ' ἧς ἐφωτίσθης καὶ ἣν φωτίζεις λαμπρότερον; ἢ πάντως ὁ ὑπὲρ ἡμῶν ἔρως καὶ τὸ βούλεσθαί σε ἐλευθέραν εἶναι τὴν βασιλίδα τῶν πόλεων, μᾶλλον δὲ σύμπασαν τὴν ὑπήκοον, τῆς τῶν βαρβάρων ἐπιδρομῆς, πείθει σε καὶ σώματος καὶ ψυχῆς καὶ τῶν φιλτάτων καταφρονεῖν; ὢ ζεούσης ψυχῆς, ὢ καρδίας ἐμπύρου, ὢ γενναίου φρονήματος, οὐκ ἔθελξέ σου τὴν γνώμην ἡ τῆς βασιλείας τρυφὴ καὶ ἀπόλαυσις· οὐ κατέσχε σου τὴν ψυχὴν ὁ τῆς ἀρχῆς κόσμος καὶ τὰ λοιπὰ περιβλήματα, καὶ τὸ κάλλος τοῦ διαδήματος. ἀλλ' ὥσπερ ἐπὶ τούτῳ τὴν βασιλείαν παρὰ θεοῦ εἰληφώς, ἵνα ἡμεῖς μὲν τρυφῶμεν καὶ ἀγαλλώμεθα, σὺ δὲ φροντίζῃς περὶ ἡμῶν πᾶσι πόνοις καὶ πάσαις μερίμναις ταλαιπωρούμενος, ὁμοῦ τε τῷ διαδήματι κατεκοσμήθης τὴν κεφαλήν, καὶ τὴν αἰχμὴν ἠκόνησας κατ' ἐχθρῶν. ὢ τολμήματος, ὢ φρονήματος· οὐκ ἔμεινας τοῦ καιροῦ τὴν μεταβολήν, ἀλλὰ μέσου χειμῶνος, τοῦ ἡλίου καλυπτομένου τοῖς νέφεσι, κατηφεστάτου τοῦ ἀέρος τυγχάνοντος, ὥσπερ τις ἀδάμας πᾶσαν πληγὴν φέρειν δυνάμενος καὶ μηδεμιᾷ διαιρούμενος, ὑπὸ χειμῶνι σφοδρῷ καὶ ὄμβρῳ πολλῷ καὶ κρύει δεινῷ, τῆς βασιλίδος ἀπαίρεις τῶν πόλεων, καὶ κατὰ τῆς τῶν ἐχθρῶν τυραννίδος χωρεῖς. Τοιοῦτον ἡμῖν ἔπρεπεν ἐξ ἀρχῆς βασιλέα λαβεῖν, οὕτω μὲν καλόν, οὕτω δὲ γενναῖον, οὕτω πρᾷον, οὕτω τόλμης μεστόν· ὡς ὑπερφυῆ πάντα τὰ σά· τὸ γένος, ὁ τρόπος, ὁ βίος, ὁ κόσμος τοῦ σώματος, τὸ μέγεθος τῆς ψυχῆς, ὁ πρὸς θεὸν πόθος, ὁ σφοδρὸς ὑπὲρ ἡμῶν ἔρως, ἡ εὐγενὴς γνώμη, ἡ φιλότιμος χείρ, ἡ ἄφθονος δεξιά, ἡ τῶν χαρίτων πηγή. ἀλλ' ὢ τῆς ἡμετέρας ἡδονῆς, ὅτι τοιοῦτον εὐτυχήσαμεν αὐτοκράτορα. ὢ τὴς ἀντιθέτου ὀδύνης, ὅτι σε τὸν ἡμέτερον ἥλιον ὥσπερ εἰς ἑτέραν οἰκουμένην ὁρῶμεν μεταχωροῦντα. καὶ ἐπεί σε κατασχεῖν οὐ δυνάμεθα, εὐχαῖς σε καὶ δάκρυσι παραπέμπομεν. ∆υναμωθείης ἐπὶ πάντα ἐχθρὸν καὶ πολέμιον, καὶ