62
καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα." Ἀντὶ γὰρ τοῦ, Θεὸν ἰσχύοντα, τὸ Ἑβραϊκὸν πάλιν Ἢλ γιββὼρ ἔχει. Πρὸς ἃ βλέποντες οἱ Ἑβδομήκοντα Θεὸς ἔδωκαν. ∆ιὸ καὶ τὰ συνεζευγμένα τούτοις περὶ αὐτοῦ ἐκπλαγέντες οἰκείᾳ τινὶ διανοίᾳ καὶ ἑτεροτρόπῳ κεφαλαιωδῶς εἶπον, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Παρίστησι δὲ Παῦλος πῶς καὶ Πατὴρ αἰῶνός ἐστιν εἰπών· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα." Ἐπὶ γὰρ τοῦ νέου αἰῶνος ἡ ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ καὶ εἰρήνης ἄρχων ἂν εἴρηται. "Αὑτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," εἰρηνοποιήσας τά τε ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὸν κόσμον τῷ ἑαυτοῦ καταλλάξας Πατρί. Ὡς δὲ ταῖς ἐνεργείαις ἀναλόγως ἄλλοτε ἄλλως προσαγορεύεται· οὕτως καὶ Ἰησοῦς κατὰ καιρὸν ἐχρημάτισεν ἐπιδημήσας διὰ σωτηρίαν τῷ βίῳ. Ἰησοῦς γὰρ σωτήριον, ἢ Σωτὴρ ἑρμηνεύεται. Τοιγαροῦν εἰπὼν ὁ Γαβριὴλ, Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐπήνεγκεν· Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Εἶτά φησιν, Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ, ἄρχοντας τοὺς τῶν ἐκκλησιῶν διδασκάλους εἰπὼν, οἷς ψυχῆς ὑγείαν, καὶ πρὸς ἀλλήλους ἔχειν εἰρήνην χαρίζεται λέγων· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Τὸ δὲ, ὑγείαν αὐτῷ, δείκνυσιν ὡς ὁ λόγος περὶ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς διὰ τὸ μυστήριον τῆς ἀναστάσεως. Ἐπεὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ, διὰ τοῦτο, φησὶν ὑγείαν ἐπάγειν ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφεν. Οὐ γὰρ λαμβάνει ταῦτα καθ' ὃ Θεὸς, ἀλλ' ὑγείας καὶ εἰρήνης γίνεται χορηγός. Καὶ ἢν ἐνταῦθά φησιν ὁ Πατὴρ, εἰρήνην διδόναι τοῖς ἄρχουσιν, αὐτὸς ὡς τὰ τοῦ Πατρὸς ἔχων ἴδιά φησιν. "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν," ὃς καὶ ἀντιλαμβάνει τὴν παρὰ τῶν δεξαμένων εἰρήνην. Τοιγαροῦν φησιν Ἡσαΐας, "Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι." ∆έχεται δὲ τὴν ὑγείαν, τοῦτ' ἔστι τὴν ἀναβίωσιν, τοῦτο πάλιν ἐνεργήσας αὐτός· Λέγει γὰρ, "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Αὐτὸς γάρ ἐστιν ἡ δύναμις τοῦ Πατρός. Αὐτὸς ἡ ἀνάστασις, καὶ ἡ ζωή. Τούτοις ἐπιφέρεται, μεγάλη ἡ ἀρχὴ αὐτοῦ. Ἦρξε γὰρ οὐ μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς οἰκουμένης. Τὸ δὲ μεῖζον ὁ Παῦλος παρίστησι λέγων· "Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, 2009 καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνάμεως ὑπὲρ ἄνω, καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου." Οὐκ ἔσται δὲ τέλος τῆς εἰρήνης αὐτοῦ. Εἴρηται γὰρ, "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, περὶ ἧς εἰπών· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν," ἐπήνεγκεν· "Οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν." Πέρας οὖν οὐκ ἔχει τὸ δῶρον ὑπερκόσμιον ὄν. Εἰ γὰρ ἦν ἐκ τοῦ κόσμου, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Συνέσται τοίνυν αὐτὴ τῷ παρ' αὐτοῦ δεξαμένῳ μέχρι παντός· ἡ δὲ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιορίζεται. Ὅτι δὲ Χριστὸς ἦλθεν τὸ Ἰουδαίων ἔθνος ἐλευθερῶν δηλοῖ τὸ, ἐπὶ τὸν θρόνον ∆αβίδ. Εἴρητο δὲ καὶ ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Πάντες γὰρ ἐκ σπέρματος ∆αβὶδ, ἀλλ' ἁπλῶς ἐπὶ τὸν θρόνον ∆αβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, προσυπακουόντων ἡμῶν τὸ ἥξειν αὐτὸν ἐπὶ τὸ κατορθῶσαι τὸν θρόνον ∆αβὶδ, καὶ τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυίαν. Κατέστραπτο μὲν γὰρ ἀφ' οὗ Ναβουχοδονόσωρ καθεῖλεν αὐτήν. Προὔλεγον δὲ προφῆται δι' ὅλης λάμψειν αὐτὴν, ἡλίου δίκην, τῆς οἰκουμένης. Ἦλθεν οὖν πληρῶσαι τὴν ἐπαγγελίαν Χριστὸς ἐκ σπέρματος ὢν ∆αβὶδ, κατὰ σάρκα, καταλάμπων τε τὰς τῶν ἀνθρώπων ψυχὰς, καὶ τὴν βασιλείαν αὐτοῦ καθ' ὅλης κρατύνων τῆς οἰκουμένης, καί τοι παρ' Ἰουδαίαν καθῄρητο. Κατορθῶσαι δὲ αὐτὸν ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. "Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλὴ, καὶ ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ." Οὔτ' οὖν τὰ κρίματα καταληπτὰ, οὔθ' ἡ δικαιοσύνη