βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τῶν ἐχθρῶν αὐτοῦ τῶν ὄντων 132 κυκλόθεν, ὅτι Σολομὼν ὄνομα αὐτῷ. Καὶ οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου." "Καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἰδοὺ ἐγὼ κατὰ πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου ̣31b χρυσίου τάλαντα χιλιάδας ρʹ, καὶ ἀργυρίου τάλαν τα χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ 110.237 ἔστιν ἀριθμός. Καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδο μὴν ναοῦ Κυρίου." "Καὶ ὁ ∆αυῒδ πρεσβύτης καὶ πλήρης ἡμερῶν. Καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα" πάλιν εἶπε πρὸς αὐτὸν ἐνώπιον τοῦ λαοῦ· "Ἰδοὺ ἡτοίμασα εἰς οἶκον τοῦ Θεοῦ χρυ σίον, ἄργυρον, χαλκὸν, σίδηρον, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ πρὸς τού τοις δέδωκα ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τὸν ἅγιον τάλαντα τρισχίλια τοῦ ἐκ Σουφὴρ καὶ ἑπτά κις χίλια τάλαντα ἀργύρου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ." Οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ Θεοῦ χρυσίου τάλαντα ἑπτάκις χίλια, καὶ ἀργύριον, καὶ λίθους τιμίους, καὶ χαλκὸν ἄπειρον. Καὶ εὐλογή σας τὸν λαὸν ὁ ∆αυῒδ καὶ ἀποστείλας, αὖθις τὸν υἱὸν αὐτοῦ προσκαλεσάμενος λέγει· "Καὶ νῦν, τέκνον Σολομὼν, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δού λευε αὐτῷ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ ζεούσῃ, ὅτι καρ δίας πάσας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώ σκει· καὶ ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, εἰς τέλος καταλείψεταί σε." "Καὶ ἔδωκε ∆αυῒδ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, παρά δειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπετασμένων ταῖς πτέρυξιν σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου, πάντα ἐν γραφῇ Κυρίου δέδωκε ∆αυῒδ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, λέγων "Ἴσχυε καὶ ἀνδρίζου, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ." "Καὶ μετὰ ταῦτα ἐτελεύτησε ∆αυῒδ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, πλούτῳ, καὶ δόξῃ," καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. Φησὶ γάρ· "Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ, καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας ἐν Χεβρὼν, καὶ χρίουσιν αὐτὸν εἰς βα σιλέα ἐπὶ πάντα τὸν Ἰσραὴλ," ὃς ἦν ἐτῶν λʹ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἐβασίλευσεν 133 ἔτη μʹ. Ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξι ώθη· τὰ δὲ τοῦ λαοῦ, ἀναγόρευσις, καθὼς ἡ ἱστορία χρίσεις διαφόρους ὠνόμασε. ̣17 ̣ Τελευτήσας τοί νυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος αὐτοῦ υἱὸς Σο λομὼν ἀντρῶδες ἔχον τὸ σχῆμα διὰ βάθους με μηχανημένον πρὸς τὸ μὴ φαίνεσθαι, τὴν Σολομώντιον δηλοῦν σοφίαν καὶ πολυτέλειαν, ἐν ᾧ δὴ καὶ συγκατ ώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυ σίου, καθώς φησι Ἰώσηπος, ὃ καὶ δῆλον ἐκ τῶν εἰς ὕστερον γενομένων. Ὁ γάρ τοι ἀρχιερεὺς Ὑρκανὸς, πολιορκουμένης τῆς πόλεως ὑπ' Ἀντιόχου τοῦ ∆ημητρίου παιδὸς, ἀνοίξας τὸ μνῆμα τάλαντα τρισ χίλια ἐκεῖθεν ἐξεφόρησεν· μεθ' ὃν Ἡρώδης, γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ χρύ 110.240 σιον καὶ κειμήλια πάμπολλα ἀνείλατο. Πειραθέν τος δὲ αὐτοῦ ἐνδότερον χωρεῖν, οὗ τὰ σώματα ∆αυῒδ καὶ Σολομῶνος ἐτέθησαν, πῦρ ἐξελθὸν, δύο τῶν δο ρυφόρων αὐτοῦ διέφθειρεν.
Μʹ. Περὶ τῆς βασιλείας Σολομῶντος. Μετὰ γοῦν ∆αυῒδ ἐβασίλευσε Σολομὼν, ὁ υἱὸς αὐτοῦ, ἔτη μʹ, ὁ τὴν πανθαύμαστον ̣52a καὶ θεόσδοτον σοφίαν τὴν ὑπὲρ ἄνθρωπον ὁ θαυμάσιος οὗτος δεξάμενος. ̣2 ̣ Καὶ ἐν τῷ τετρακοσιοστῷ καὶ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ δʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν τῷ αʹ μηνὶ Νισὰν, ὑπ άρχων ἐτῶν λγʹ συνήγαγεν "ἐργάτας, χιλιάδας πʹ, καὶ λατόμους, χιλιάδας υʹ ἐν τῷ Λιβάνῳ ὄρει, καὶ ἐπιστάτας ϛχ" προστησάμενος, ἀπήρξατο τῆς οἰκο δομῆς "ἐν ὄρει οὗ ὤφθη Κύριος ∆αυῒδ, τῷ πατρὶ αὐτοῦ, ἐν ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβουσαίου, ἐν ᾧ καὶ πρότερον Ἀβραὰμ θυσιαστήριον ᾠκοδόμησεν. 134 Καὶ δὴ λίθους ἀκροτόμους καὶ ἀπελεκήτους ἤτοι ἀδα μαντίους καὶ παμμεγέθεις λίαν εἰς τὰ θεμέλια θέμε νος, ἔχοντας πήχεις ιʹ τὸ πάχος, καὶ πάσης ὁμοῦ τῆς δομήσεως τοῦ τοίχου τοῦ ναοῦ, ᾠκοδόμησε τὴν πό λιν καὶ τὸν ναὸν Κυρίου ἐν ἔτεσιν ζʹ, μῆκος πήχεων ξʹ, εὖρος πήχεων κʹ, καὶ ὕψος πήχεων ρκʹ·" διόρο φον γὰρ ἦν, ὥς φησιν Ἰώσηπος, ὅπερ οὖν