στεφανωθείης τὴν κεφαλὴν ἐπὶ τροπαίοις λαμπροῖς. κοσμηθείης τοῖς κατὰ τῶν βαρβάρων ἀριστεύμασι, καὶ νίκαις δορυφορηθείης πολλαῖς. μὴ συγκαύσαι σε ἡμέρας ὁ ἥλιος, μηδὲ ἡ σελήνη τὴν νύκτα, ἀλλά σε στῦλος ὁδηγήσοι φωτός, καί σοι διαιρεθείη μὲν θάλασσα, ὑπαναχωρήσαιεν δὲ ποταμοί, καὶ ἄγγελοί σε φωτὸς ἐπὶ πᾶσαν γῆν παραπέμψαιεν. ἴδοιμέν σε τροπαιοφόρον ἐπαναστρέφοντα πρὸς ἡμᾶς, στεφάνοις ἀριστείοις κατακεκοσμημένον τὴν κεφαλήν, ὦ βασίλειον ἄγαλμα, πολιτείας ἀξιοπρεπέστατον θέαμα, τῆς ἡμετέρας σελήνης φωστὴρ ἀξιώτατε. 20 Προσφώνησις πρὸς τὸν βασιλέα κῦρ Ῥωμανὸν τὸν ∆ιογένην παρὰ τῶν πολιτῶν ἐν κλητορίῳ. Νῦν πρῶτον ὁπλίτην βασιλέα τεθέαμαι, νῦν πρῶτον ὁρῶ στρατηγὸν ἅμα καὶ αὐτοκράτορα. ἀστράπτει μέν σου ἡ κεφαλὴ τῷ χρυσῷ στέμματι, οὐδὲν δὲ ἧττον καὶ ἡ δεξιὰ φοβερῷ δόρατι· καὶ προσηνεῖ μὲν ἡμᾶς τοὺς πολίτας ὁρᾷς ὄμματι, καταπληκτικῷ δὲ τοὺς βαρβάρους καταδειμαίνεις βλέμματι. γλυκεῖα μὲν ἡ πρὸς ἡμᾶς σου φωνή, δριμεῖα δὲ ἡ πρὸς τοὺς ἀντικειμένους βοή. ἱλαρὸν μὲν ἡμῖν σου τὸ πρόσωπον, φοβερὸν δὲ τοῖς ἀντιμαχομένοις τὸ στρατηγικόν σου ἐμβρίμημα. Ὦ βασιλεῦ, καὶ στρατιῶτα καὶ στρατηγέ, καὶ πᾶν εἴ τι ἄλλο ὑπέρλαμπρον ὄνομα. ὦ κρατὴρ πάσης ἀρετῆς, ὅση τε πολιτικὴ καὶ ὅση στρατηγική. ὦ κοινὸν ἀγαθὸν καὶ πολίταις καὶ στρατιώταις καὶ μέγα ὄφελος τῇ βασιλίδι τῶν πόλεων, ἥτις εἰς γόνυ κλιθεῖσα, νῦν παρ' ἐλπίδα ἀνώρθωται καὶ μέγα φρονεῖ ἐπί σοι τῷ δεσπότῃ καὶ αὐτοκράτορι, καὶ στεφανηφορεῖ σου ταῖς νίκαις, καὶ τοῖς κατορθώμασιν ἐπαγάλλεται καὶ τοιαῦτα πρός σε μονονουχὶ φθέγγεται. ὦ δᾳδοῦχε φωστήρ, ἀπείρῳ με καταυγάσας φωτί. ὦ φαεινότατε ἥλιε, ἐξ ἑῴας μὲν τὴν κίνησιν ποιησάμενος, πρὸς δὲ τὸ μεσημβρινὸν φθάσας κέντρον καὶ πᾶσαν τὴν γῆν ταῖς ὑπερλάμπροις καταστράψας μαρμαρυγαῖς. Ποῦ ποτε καὶ πάλιν ἦσθα, ὁ τῆς βασιλείας πυρσός, ὃς διὰ χρόνων μοι προσπεφοίτηκας; ἀλλ' ὁρᾷς ὡς γηράσασαν ἀναθηλῆσαι αὖθις πεποίηκας, καὶ πρὸς τὸ ἀρχαῖον ἐπανελθεῖν τῆς νεότητος κάλλος καὶ μέγεθος. ἐπὶ τούτοις κατασπάζεταί σου τὰ ὄμματα τὰ πολλάκις ὑπὲρ αὐτῆς ἀγρυπνήσαντα, καταφιλεῖ σου τὰς χεῖρας ἃς πολλάκις τῷ φόνῳ τῶν βαρβάρων ἐξῄμαξας, προσφύεταί σου τῷ στήθει ἔτι τὰς ὠτειλὰς τῶν πληγῶν ἔχοντι ἃς ὑπὲρ αὐτῆς ἐδέξω βαλλόμενος. καί σοι τοὺς ἐπωνύμους αὐτῇ καὶ τροφίμους εἰσάγουσα, φημὶ δὴ τοὺς πολίτας, τοιαῦτα φωνεῖ· τούτους σοι παρακαταθήκην, βασιλεῦ, ἐγὼ παρατίθημι, τούτους σοι προσάγω ἱκέτας ὁμοῦ καὶ φιλτάτους. ἀγκάλισαί μοι αὐτοὺς εὐμένως, ἰδὲ προσηνῶς, φιλοτίμησαι δεξιῶς· οὗτοι μὲν οὖν ἀγαπήσουσί σε καὶ ἐπαινέσουσι, σὺ δὲ πολυπλασίονα τούτοις ἀντίδος τὴν μέτρησιν. Τοιαῦτα μέν, θειότατε βασιλεῦ, ἡ πόλις σοι προσφωνεῖ, σὺ δὲ κειμένην ἀνάστησον, ἀλλοιωθεῖσαν ἐπὶ τὸ χεῖρον, ἐπὶ τὸ κρεῖττον μετάβαλε, ἀφαιρεθεῖσαν τὸ κάλλος, τοῖς σοῖς ἀγωνίσμασι καταμόρφωσον, ἀπανθήσασαν φαίδρυνον ὁ θειότατος αὐτῆς ἐραστὴς καὶ ἐρώμενος, ὁ τὸ κράτος <τῶν> Ῥωμαίων τοῦ τῶν βαρβάρων κράτους δείξας λαμπρότερον, ὁ τὸ πρᾶγμα πάλαι τῆς βασιλείας ἀναδησάμενος, νῦν δὲ εὐμοιρήσας καὶ τοῦ ὀνόματος, βασιλεῦ βασιλέων καὶ στρατηγὲ στρατηγῶν, καὶ τῆς μεγάλης ταύτης καὶ περιφανεστάτης τῶν πόλεων θαυμασιώτατον ὄντως καὶ πρᾶγμα καὶ ὄνομα. 21 Συντακτήριος πρὸς τὸν βασιλέα. Ὁ μὲν δὴ περὶ τῆς σῆς φιλανθρωποτάτης ψυχῆς συντακτήριος λόγος καὶ ἐξιτήριος τοιοῦτος καὶ οὕτω θαυμάσιος· ὁ δὲ παρ' ἡμῶν πρός σε τὸν χρηστότατον δεσπότην καὶ βασιλέα οὕτω συγκείμενος εὐχαῖς καὶ δάκρυσι σύμμικτος. Ἀστράψαις ἐκ τῆς ἑῷας εἰς τὴν ἀνατολὴν αὖθις διαβαίνων, ὡς ἥλιος ἀπείρῳ κύκλῳ, πλουσίῳ φωτί, καὶ καταλάμψαις μὲν καὶ τὸ ὑπήκοον, καταφλέξαις δὲ καὶ σύμπαν τὸ βάρβαρον. ἐπὶ τούτοις κατασβέσαις μὲν πῦρ Βαβυλώνιον, χαλινώσαις δὲ λεόντων ὁρμὰς καὶ πῦρ ἐξ οὐρανοῦ ἐφελκύσαις κατὰ τῆς δυσμενοῦς φάλαγγος.