63
κατ' ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ἔπραξεν Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· τοῦ μὲν ἀπὸ τοῦ νῦν, σημαίνοντος ἀρχὴν χρόνου διωρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας· τοῦ δὲ εἰς τὸν αἰῶνα, τὴν ἄπειρον αὐτοῦ βασιλείαν. Ὅρα δὲ πῶς ἀκολούθως αἱ προφητεῖαι προέρχονται. Ἐκ παρθένου ἔλεγεν αὐτὸν ἡ πρώτη τεχθήσεσθαι. Ὡς δὲ ζητουμένου τοῦ, πῶς ἔσται τοῦτο; τὸν Κύριον ἡ δευτέρα παρήγαγε λέγοντα, "Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν." Ὡς δὲ ταῦτα μεμαθηκότων ἡμῶν, ἡ τρίτη περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται, τὴν ἀπόῤῥητον αὐτοῦ θεολογίαν παιδεύουσα. Τέλος δὲ τῆς περὶ αὐτοῦ προφητείας φησὶν, ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ὁ δὲ ζῆλος ἀγαθὸς καὶ πρέπων αὐτῷ σῶσαι τοὺς ὑπὸ τοῦ διαβό 2012 λου κεκρατημένους. Καλῶς παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραήλ. ∆ιό φησιν ὁ Μωϋσῆς ἐν ᾠδῇ· "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει." Ταῦτα μὲν κατὰ τοὺς Ἑβδομήκοντα. Κατὰ δὲ Σύμμαχον, ᾧ ἠκολούθησαν οἱ λοιποὶ, τοῦτον ἄνωθεν εἴρηται τὸν τρόπον ἡ ῥῆσις· Ὁ πρῶτος ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλεὶμ, καὶ ὁ ἔσχατος ἐβάρυνεν ὁδὸν τὴν κατὰ θάλασσαν πέραν τοῦ Ἰορδάνου. ∆ηλῶν τὸν μὲν πρῶτον ταχύναντα, τὸν ἀποστολικὸν εἶναι χορὸν ἀπὸ τῆς χώρας τῶν φυλῶν τῶν εἰρημένων ὁρμώμενον. Περὶ ὧν φησιν ὁ ∆αβίδ· "Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ· ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ." ∆ηλοῖ γὰρ ὁ Βενιαμεὶν τὸν Παῦλον φήσαντα φυλῆς Βενιαμείν. Τοὺς δὲ ἄρχοντας τῶν δύο φυλῶν τοὺς λοιποὺς ἀποστόλους. Ἐκ τῆς γὰρ τούτων χώρας ὁρμώμενοι πρῶτοι προσεδέξαντο τὸν Χριστὸν, ὅθεν ἄρχοντες εἴρηνται. ∆ιὸ καὶ νῦν φησιν· Ὁ πρῶτος ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλείμ. Εἰπόντος γὰρ τοῦ Ἰησοῦ, "∆εῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, παραχρῆμα ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ." Οὗτοι μὲν ἐτάχυναν. Ὁ δὲ ἔσχατος, φησὶν, ἐβάρυνεν ὁδόν. Οἱ γὰρ μετὰ τὴν πρώτην κλῆσιν ἔσχατοι καλούμενοι οὐχ ὑπήκουσαν· οὓς καὶ ταλανίζων φησὶν, "Οὐαί σοι, Χοραζὶν, οὐαί σοι, Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι," καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ νῦν Ἰουδαῖοι ταῖς ἀπιστίαις κατέχονται. Ἐπαχύνθη γὰρ, φησὶν, ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ἐπὶ τούτοις. Ἀντὶ δὲ τοῦ, ὅριον τῶν ἐθνῶν, ὅπερ ἐξέδωκε Σύμμαχος ἀντὶ τοῦ Γαλιλαία παρὰ τοῖς Ἑβδομήκοντα, θεινὲς τῶν ἐθνῶν, Ἀκύλας ἐξέδωκεν, τὰ πλήθη δηλῶν τῶν ἀλλοφύλων ἐθνῶν, ἃ πρότερον ἦν ἀγεώργητά τε καὶ ἄκαρπα. Ἀντὶ δὲ τοῦ, ἐφ' ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ· Οʹ Σύμμαχός φησιν, Ἐπλήθυνας τὸ ἔθνος ὃ οὐκ ἐμεγάλυνας. Τὸ γὰρ πρὶν ἀπεῤῥιμμένον διὰ τὴν ἀσέβειαν ἔθνος, τοῦτο νῦν ἀναλαβὼν ὁ σωτήριος Λόγος πνευματικῆς εὐλογίας ἐπλήρωσε. Κατὰ τὸ, "Αὐξάνεσθε καὶ πληθύνεσθε." Ἀντὶ δὲ τοῦ, Πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Καὶ ἐθελήσουσιν, εἰ ἐγενήθησαν, εἶναι πυρίκαυστοι· Σύμμαχός φησιν, Πᾶσα βία ἐβιάσθη ἐν σεισμῷ, καὶ περιβόλαιον ἐφύρη ἐν αἵματι, καὶ ἔσται εἰς καῦσιν καὶ κατάβρωμα πυρός· δηλῶν πᾶσαν ἀνθρώπων ψυχὴν βίαν πρὸ τῆς ἐπιδημίας παθεῖν ὑπὸ τοῦ Σατανᾶ, δι' ὃν ἐμιάνθη τὰ τῆς ψυχῆς περιβόλαια καὶ πλεονεκτήματα, ὃς εἰς καῦσιν ἔσται διὰ τὸν ὑπὲρ ἡμῶν γεννηθέντα, ὃν νεανίαν καλεῖ. Ἀντὶ δὲ τοῦ, ἀρχή· καὶ ἔσται, φησὶν, ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ, δηλῶν αὐτοῦ τὸ πάθος, δι' οὗ πεπαιδεύμεθα. Τοῦτο τέλος τῆς περὶ τοῦ Ἐμμανουὴλ προφητείας. 2013 ηιγʹ. 9Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν9, κ.τ.λ. Τὴν περὶ τοῦ Ἐμμανουὴλ πληρώσας ὑπόθεσιν, ἕπεται πάλιν τῷ ἐν ἀρχῇ προτεθέντι σκοπῷ, καὶ τῆς ἁμαρτίας ἀφηγεῖται τὴν δίωσιν, λέγων· Θάνατον ἀπέστειλεν ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ· οἱ δὲ λοιποὶ, λόγον ἀπέστειλεν, ἐξέδωκαν. Λόγον ἀποφατικὸν ὀργῆς δηλονότι κατὰ τῶν δύο βασιλέων τῶν συνελθόντων ἐπὶ τὸν Ἰούδαν, ὧν ὡς