De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
κράκται· "ὁ στέψας ὑμᾶς τῇ αὐτοῦ παλάμῃ" Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· "τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυ 2.5 ρογγεννήτοις" Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· "εἰς τελείαν σύστασιν τῶν Ῥωμαίων." Καὶ ἀπὸ τούτων εὐφημοῦσιν τὰ βʹ μέρη καὶ λέγουσι· "Πολλὰ τὰ ἔτη τῶν βασιλέων" καὶ τὰ ἑξῆς τῆς εὐφημίας, καὶ ἐπεύχονται καὶ ἐξίασιν. 2.6 ΜΗʹ (ΛΘʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ στεφανώματι βασιλέως. Τῆς συνήθους ἐκκλησιαστικῆς τάξεως τελουμένης ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου τοῦ ἐν τῷ παλατίῳ τῆς ∆άφνης, καὶ τῶν νεονύμφων στεφανουμένων, ἐξέρχονται διὰ τοῦ Ὀκταγώνου καὶ τοῦ Αὐγουστέως καὶ τῆς Χρυσῆς Χειρός, καὶ δέχονται αὐτοὺς οἵ τε μάγιστροι καὶ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ καὶ μετὰ τὸ στῆναι τοὺς νεονύμφους, γίνεται ἡ συνήθης ἀκολουθία. Καὶ ἀπὸ τῶν ἐκεῖσε ὀψικευομένων τῶν νεονύμφων ὑπό τε μαγίστρων καὶ πατρικίων καὶ τῆς λοιπῆς πάσης τάξεως, ἔρχονται μέχρι τοῦ σεκρέτου τῶν ὑπάτων καὶ δέχονται ἐκεῖσε πάντες οἱ συγκλητικοὶ ἅμα μαγίστρων καὶ πατρικίων καὶ μετὰ τὸ στῆναι τοὺς νεονύμφους, γίνεται ἡ συνήθης ἀκολουθία. Τὰ δὲ μέρη ἵστανται ἐν τῷ τρικλίνῳ τῶν κανδιδάτων ἔνθεν κἀκεῖθεν πλησίον τῶν γραδηλίων τῆς Μανναύρας, καὶ δὴ τῶν νεονύμφων ἐξιόντων τὰς πύλας τοῦ Κονσιστωρίου, αὐλοῦσι τῶν δύο μερῶν τὰ ὄργανα, δηλονότι ἱσταμένων ἐν τῷ ἀριστερῷ μέρει τῆς ἀναβάσεως τῶν αὐτῶν γραδηλίων. Καὶ εὐθέως λέγουσιν οἱ κράκται τῶν δύο μερῶν ἑνώμενοι ἄμφω· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη 2.7 εἰς πολλά." Οἱ κράκται· "Ὁ Σωτὴρ ἡμῶν, τοὺς δεσπότας φύλαξον. Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Βασιλεῦ νεόνυμφε, Θεὸς διαφυλάξῃ σε. Ἔντιμε, ἐνάρετε, Τριὰς κατακοσμήσῃ σε καὶ χαρὰν παρέξῃ σοι Θεὸς ὁ ἐπουράνιος, εὐλογῶν τὸν γάμον σου, ὡς μόνος ὑπεράγαθος. Ὃς ἐν Κανᾷ τὸ πρότερον τῷ γάμῳ παρεγένετο καὶ ἐν αὐτῷ εὐλόγησεν τὸ ὕδωρ ὡς φιλάνθρωπος, καὶ οἶνον ἀπετέλεσεν ἀνθρώποις εἰς ἀπόλαυσιν, οὗτος εὐλογήσῃ σε μετὰ τῆς συζύγου σου, καὶ τέκνα σοι δωρήσηται Θεὸς πορφυρογέννητα. Αὕτη ἡ ἡμέρα τῆς χαρᾶς τῶν Ῥωμαίων ἐν ᾗ ἐνυμφεύθης ὁ δεῖνα ἄναξ ὁ δεῖνα τῇ εὐτυχεστάτῃ Αὐγούστῃ. Καὶ ἀποκινούντων τῶν νεονύμφων, εἰσέρχονται τὰ μέρη εἰς τὸν παστόν, καὶ ἱσταμένων τῶν νεονύμφων ἐν τῷ παστῷ ἐστεφανωμένων, ἀκτολογοῦσιν τῶν δύο μερῶν οἱ κράκται ἑνώμενοι ἄμφω· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεσπότης τῶν Ῥωμαίων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεσπότης, σὺν τῇ Αὐγούστῃ." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, θεοεπίλεκτε Αὐγοῦστα." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, θεοσκέπαστε Αὐγοῦστα." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεῖνα, χαρὰ Ῥωμαίων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ἡ εὐγένεια τῆς πορφύρας." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ἡ ποθουμένη παρὰ πάντας" Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "σὺ ἐκ θείας ψήφου προεχειρίσθης εἰς σύστασιν καὶ ἀνέγερσιν τοῦ κόσμου, σὺ ἐνυμφεύθης ἐκ Θεοῦ τῇ πορφύρᾳ· σὲ εὐλόγησεν ὁ Θεὸς ὁ παντοκράτωρ, στεφανώσας σε τῇ αὐτοῦ παλάμῃ, ἀλλ' ὁ εἰς ταύτην καλέσας σε τὴν ἀξίαν καὶ συζεύξας σε ὁ δεῖνα τῷ δεσπότῃ, τοὺς χρόνους σου πληθύνῃ ἐν τῇ πορφύρᾳ. Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν." 2.8 Χρὴ γινώσκειν ὅτι μετὰ τὴν ἀκτολογίαν τοῦ δήμου, τῶν δεσποτῶν ἀνιόντων πρὸς τὴν κόγχην τοῦ παστοῦ πρὸς τὸ ἀποθέσθαι τὰ στέμματα καὶ τοὺς στεφάνους, λέγουσιν οἱ κράκται τῶν δύο μερῶν ἑνώμενοι ἄμφω· "Ἔς, Πνεῦμα τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον." Ὁ λαὸς ἐκ γʹ τὸ αὐτό. Οἱ κράκται· "Ὁ ἐν Κανᾷ Χριστὸς εὐλογήσας τὸν γάμον" Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "εὐλογήσῃ τὸ στεφάνωμά σου, ὁ δεῖνα αὐτοκράτωρ." Ὁ λαὸς ἐκ γʹ· "Ἔς, Πνεῦμα τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον" Οἱ κράκται· "μετὰ τῆς συζύγου σου τῆς ὁ δεῖνα" Ὁ λαὸς ἐκ γʹ· "Ἔς, Πνεῦμα τὸ πανάγιον," Οἱ κράκται· "εἰς ἡμέρας καὶ καιροὺς καὶ χρόνους" Ὁ λαὸς ἐκ γʹ· "Ἔς, Πνεῦμα τὸ πανάγιον" Οἱ κράκται· "ἕως ἄκρου γήρως ὑμῶν ἐν βίῳ," Ὁ λαὸς ἐκ γʹ· "Ἔς, Πνεῦμα τὸ πανάγιον," Οἱ κράκται· "εἰς δόξαν αὐτοῦ καὶ εἰς σύστασιν τῶν Ῥωμαίων." Ὁ λαός· "Ἔς, Πνεῦμα τὸ πανάγιον." Οἱ κράκται· "Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν." Ὁ λαός· "Ἔς, Πνεῦμα τὸ πανάγιον." Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Ἔς, Κύριε, ὁ τούτους συζεύξας, σὺ αὐτοὺς περίσωζε." Ὁ λαός· "Ἔς, Πνεῦμα τὸ