ἐστι, μὴ ἐν προσποιήσει ἀνδρίας θεομαχεῖν βούλεσθε. Βούλεται γὰρ ὁ στρατηγός, εἰ καὶ πληγείη τις φεύγων, κατὰ στέρνου δέξασθαι τὸ τραῦμα καὶ μὴ προτροπάδην φυγεῖν καὶ νῶτα δοῦναι τοῖς ἐχθροῖς. Πάνυ γὰρ ἐν αἰσχρῷ τοῦτο τοῖς παλαιοῖς ἔκειτο καὶ μάλιστα τοῖς Λάκωσιν οἳ 2.156 καὶ ἄταφον ἐρρίπτουν τὸν ὀπισθότρωτον. Σημείωσαι δὲ ἐνταῦθα τὴν τυχηρὰν περιπέτειαν, ὅπως ὁ μὴ πειθόμενος πρὸ μικροῦ τῷ Σθενέλῳ τὴν εὐσχήμονα φυγὴν συμβουλεύοντι νῦν αὐτὸς φεύγειν ὑποτίθεται καὶ οἱ Ἕλληνες πείθονται. ∆ιὸ μετ' ὀλίγα οὔτε προτρέπονται, ἤτοι προτροπάδην φεύγουσιν, οὔτε ἀντιφέρονται ἐν μάχῃ, ἤτοι ἀνθίστανται τοῖς Τρωσίν, ἀλλ' αἰὲν ὀπίσω χάζονται. (ῃ. 597) Ἰστέον δὲ ὅτι ἀπάλαμνον λέγει τὸν ἄπειρον καὶ μὴ ἔχοντα τεχνάσασθαί τι, ὡς οἷον ἄχειρα καὶ μὴ ἔχοντα παλαίειν ἢ παλαμᾶσθαί τι, οὗ ἀνάπαλιν παλαμναῖος οὐ μόνον κοινότερον ὁ βριαρόχειρ, ἀλλὰ καὶ ὁ αὐτοχειρὶ κατὰ τοὺς παλαιοὺς φονεύων καί τινι μιάσματι ἔνοχος. καὶ Ζεὺς δέ, φασί, παλαμναῖος ὁ τοὺς φονεῖς καταρρίπτων. καί τις δέ, φασί, κατὰ θηρίων ἀσπὶς παλαμναία ἐκαλεῖτο. Ψογερὰ δὲ λέξις ἀεὶ παρὰ τοῖς ῥήτορσι δίχα ∆ιὸς ὁ παλαμναῖος, οὐ μὴν οὕτω καὶ ὁ ἀπάλαμνος. (ῃ. 598) Τὸ δὲ ὠκυρόῳ οὐκ ἐδιπλασίασε τὸ ˉρ κατὰ συνήθειαν, ὡς οὐδὲ τὸ ἅλαδε προρέοντι, κατὰ φύσιν τε καὶ διὰ μέτρου δὲ χρείαν, οὐ μὴν Ἀττικῶς. (ῃ. 599) Τὸ δὲ μορμύρειν ὀνοματοποιΐα ἐστὶν ἤχου ῥέοντος ὕδατος καὶ τραχυνομένου ἠρέμα, ὡς καὶ ὑπαφρίζειν. καὶ ἔστι τραχύτερον τοῦ μύρειν, ἐξ οὗ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ οἱ ἁλιμυρήεντές που 2.157 ποταμοί, καὶ τὸ μύρεσθαι, ἤγουν κλαίειν, καὶ τὸ κλαυθμυρίζεσθαι, οὗ διασαφητικὸν ἡ κατὰ μελάνυδρον κρήνην μορμύρουσα ἢ μύρουσα τῶν δακρύων ῥοή. Σημείωσαι δὲ καὶ ὅπως ἐνταῦθα τῷ συχνῷ ˉρ τραχύνει τὴν φράσιν, εἰπὼν ὠκύροον ποταμὸν ἅλαδε προρέοντα, ἀφρῷ μορμύροντα. [Τὸ δὲ ὀπίσσω πρὸς σαφήνειαν κεῖται τοῦ ἀνέδραμεν, ἤγουν παλίμπους ὥρμησεν, ὅπερ ἐστὶν ἀνεπόδισεν. ἄλλως γὰρ ἀναδραμεῖν λέγεται καὶ τὸ ἄνω δραμεῖν ἤγουν αὐξηθῆναι κατὰ τὸ «ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος», ἀφ' οὗ καὶ ἀναδρομή ἡ καθ' ἡλικίαν αὔξησις.] (ῃ. 601-3) Ὅτι ἐπὶ θεοφιλοῦς μαχητοῦ οἰκεῖον εἰπεῖν κατὰ τὸν ἐπὶ Ἕκτορι θαμβηθέντα ∆ιομήδην τὸ «Ὦ φίλοι, οἷον δὴ θαυμάζομεν τὸν δεῖνα αἰχμητήν τε εἶναι καὶ θαρσαλέον πολεμιστήν τῷ δὲ αἰεὶ πάρα θεός, ὃς λοιγόν», ὡς εἴρηται, «ἀμύνει». (ῃ. 604) Ὅτι ὥσπερ ἡ αὐτός ἀντωνυμία δηλοῖ ἔστιν ὅτε ὑπεροχήν τινα, ὡς τὸ «αὐτὸς ἔφατο», οὕτω πολλαχοῦ καὶ τὸ ἐκεῖνος. Φησὶν οὖν ὅτι τῷ Ἕκτορι πάρα, ἤγουν πάρεστι, κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς, ἤτοι ἀνθρώπῳ θνητῷ. ἐπίθετον γάρ, ὡς προγέγραπται, τὸ βροτός. Συνήθη δὲ τὰ τοιαῦτα καὶ Ἀττικοῖς, ἤγουν αἱ πρὸς ἐξοχὴν καὶ ἀλλοίας δὲ ἐμφάσεις 2.158 ἀντωνυμίαι. Περὶ δὲ τοῦ πάρα ἰστέον, ὅτι οὐ μόνον ἀντὶ τοῦ πάρεστι καὶ πάρεισι λαμβάνεται, ἀλλὰ καινότερον καὶ ἀντὶ τοῦ πάρειμι πρώτου ἑνικοῦ προσώπου, ὡς ἐν παλαιῷ Περὶ παθῶν σκέμματι φέρεται, ὅπου καὶ χρῆσις κεῖται αὕτη «τίς ἐσθ' ὁ πωλῶν τἀνδράποδα; ἐγὼ πάρα». (ῃ. 605 ς.) [Ὅτι τὸ ἀλλὰ πρὸς τοὺς δεῖνα «τετραμμένοι, αἰὲν ὀπίσσω εἴκετε μηδὲ θεῷ μενεαινέμεν», ἤγουν προθυμεῖσθε, «ἶφι μάχεσθαι», φυγὴν ἐκ μάχης παραινεῖ ἀντιπρόσωπον εὐσχημόνως, ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅτε μὴ θεὸς βοηθοίη τοῖς καταπονουμένοις.] (ῃ. 609) Ὅτι δοκεῖ μὲν ὁ Μενέσθης πρωτότυπον εἶναι τοῦ Μενεσθεύς, οὐκ ἔχει δὲ ταὐτοσήμως πρὸς ἐκεῖνο πάντῃ κατὰ τὸ ἡνίοχος ἡνιοχεύς καὶ Αἰθίοψ Αἰθίοπος, Αἰθιοπεύς. ὁ μὲν γὰρ περιώνυμος βασιλεὺς Ἀθηναίων, ὁ δὲ Μενέσθης ἑτεροῖος, ὃς καὶ πίπτει ἐνταῦθα ὑπὸ τῷ Ἕκτορι. (ῃ. 612 ς.) Ὅτι Ἄμφιός τις Σελάγου υἱὸς ἦν ἀπὸ Παισοῦ πόλεως, πολυκτήμων, πολυλήϊος, καὶ τάχα διὰ τοῦτο καὶ φιλόζῳος, εἴγε δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. (ῃ. 613-5) Ἀλλ' ἡ μοῖρα, φησίν, ἦγε καὶ αὐτὸν ἐπικουρήσοντα Τρωσίν, ὃν καὶ ἀνεῖλεν Αἴας μάλα ἐγγὺς ἐλθὼν καὶ ἀκοντίσας, ὅτε ἠλέησε δύο τινὰς Ἀχαιούς, οὓς ἐν ἑνὶ δίφρῳ ὄντας ὁ Ἕκτωρ κατέκτανε. Σημείωσαι δὲ ἐνταῦθα, ὅπως τὸν μὲν Ἄμφιον καὶ ἐγενεαλόγησε καὶ ἐπῄνεσεν, ὡς ἂν εἴη λαμπρὸν τὸ ἐπ' αὐτοῖς ἔργον τῷ Αἴαντι, τοὺς δὲ δύο, οὕς, ὡς