βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
καὶ ἡ τῶν Παραλειπομένων βίβλος δεδήλωκεν. ̣3 ̣ Μηδεὶς δὲ νομιζέτω τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφωνεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἐνταῦθα μὲν εὑρίσκομεν πήχεων ξʹ, ἐκεῖ δὲ μʹ· εὑρήσεις δὲ πρὸς τοῖς μʹ, ἄλλας κʹ τοῦ καλουμένου ∆αβὶρ, τούτεστι τοῦ Ἁγίου τῶν ἁγίων· οὕτω πάλιν ἐκεῖ μὲν τὸ ὕψος πή χεων κεʹ, ἐνταῦθα δὲ ρκʹ, ἀμέλει γε καὶ ἐν τῷ πα ραδείγματι προϋπέφηνεν ὁ θεῖος ∆αυῒδ πρὸς τὸν υἱὸν λέγων· "Καὶ τὰ ὑπερῷα ποιήσεις." Καὶ γὰρ ἡ ἱστορία διδάσκει τῶν Βασιλειῶν, ὅτι οὐ μόνον διόρο φα, ἀλλὰ καὶ τριόροφα εἶχεν ὁ οἶκος ὑπερῷα· Ἑλι κτὴ γὰρ, φησὶν, ἡ ἀνάβασις ἦν εἰς τὴν μέσην καὶ ἐπὶ τῆς μέσης εἰς τὰ τριόροφα. Εὐρύτατος γὰρ ὑπάρχων ὁ τοῖχος, κοχλιοειδῆ τὴν ἀνάβασιν εἶχεν. ̣4 ̣ "Καὶ κατεχρύσωσε τὸ ὑπερῷον ὅλον καὶ πᾶν τὸ ἔδαφος, καὶ τοῖς τοίχοις ποιήσας πλίνθους χρυσᾶς πενταπήχεις, ἐφ' ἑκάστης πλίνθου καθήλωσε τέσσαρας, καὶ Χερουβὶμ ἐπὶ τὸν τοῖχον ὅλον ἔγλυ ψεν. ̣5 ̣ Κατακοσμήσας οὖν λίθοις τιμίοις καὶ χρυ σίῳ τῷ ἐκ Σουφὴρ καταχρυσώσας τὸν οἶκον, ὡς εἴ ρηται, καὶ τοὺς τοίχους, καὶ τὰ ὀροφώματα, καὶ τοὺς πυλῶνας, καὶ τὰ θυρώματα, κεραμίσι χαλκαῖς κεχρυ σωμέναις τοῦτον ἐσκέπασε. ̣6 ̣ Καὶ διαχωρίσας ἔνδοθεν τοῦ ναοῦ μέσον τοποτεθῆναι τὴν κιβωτὸν ἐκεῖ διαθήκης Κυρίου, πήχεων κʹ τὸ μῆκος, καὶ τὸ πλάτος πήχεων κʹ, καὶ τὸ ὕψος αὐτοῦ πήχεων κʹ, περιέσχεν αὐτὸν καὶ τὴν θύραν αὐτοῦ χρυσίῳ συγκεκλεισμένῳ, ὃ καὶ Ἅγια ἁγίων καὶ ∆αβὶρ ἐκαλεῖτο. ̣7 ̣ Καὶ 110.241 δύο Χερουβὶμ κατασκευάσας ἐκ ξύλων ἀσήπτων, ἀνὰ πήχεων ιʹ τὸ μέγεθος καὶ ἀνὰ πήχεων εʹ τὰ πτερύγια ἔχοντας, πτέρυγος πτέρυξ ἥπτετο· καὶ 135 ἀμφοτέρων αἱ λοιπαὶ δύο πτέρυγες, τοῦ τοί χου τοῦ οἴκου καὶ αἱ πτέρυγες αὐτῶν διαπετασμέναι πήχεων κʹ, ἃ καὶ περιχρυσώσας ἔστησεν ἑκατέ ρωθεν, μέσον δὲ τοῦ ἐσωτάτου οἴκου πρὸς τὸ τὴν κιβωτὸν συγκαλύπτειν, οὗ καὶ κατὰ πρόσωπον ἐποίησε θυσιαστήριον χρυσοῦν ἐσώτερον τοῦ κατα πετάσματος, ἐν ᾧ τῆς προθέσεως ἄρτοι ἔκειντο· τὸ δὲ καταπέτασμα ποιήσας ἐξ ὑακίνθου, καὶ κοκκίνου, καὶ βύσσου, καὶ πορφύρας, ἐξύφανεν αὐτὸ χερου βίμ. ̣8 ̣ Τῷ δὲ ναῷ συνῳκοδόμησε πλευρὰς κυκλόθεν ἔξω ἀπὸ πήχεων, ἃς καὶ μέλαθρα κέκλη κεν, ὥστε τὴν οἰκοδομίαν συνέχειν, καὶ μηδένα τῶν Λευϊτῶν ̣32b προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις· "Ὅτι διάστημα, φησὶν, δέδωκα τῷ οἴκῳ, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου" μόνοις γὰρ ἱερεῦσιν εἰσιτὸς ἦν ὁ πρῶτος ναὸς ὁ καλούμενος Ἅγια· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐδὲ τούτοις ἐπεμβαίνειν ἐξῆν, ἀλλὰ μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ. ̣9 ̣ Πάντα μὲν χρυσὸς συνεκάλυπτεν, καὶ τὰ χερουβὶμ καὶ τοὺς τοίχους καὶ θύρας, ὥστε μηδεμίαν σχεδὸν ἑτέραν ὕλην ἔνδοθεν ὁρᾶσθαι· ὅτι δὲ καὶ μαρμάροις καλλίστοις ὁ ναὸς ἐπεποί κιλτο, δηλοῖ πάλιν ἡ ἱστορία λέγουσα· "Ὄνυχος καὶ λίθου πληρώσας πολυτελοῦς, λίθους ποικίλους καὶ πάντα λίθον τίμιον εἰς πλῆθος." ̣10 ̣ ∆ύο δὲ στύλους ποιήσας χαλκοῦς ἀνὰ πήχεων λεʹ τὸ ὕψος καὶ τὰς κεφαλὰς ἔχοντας ἀνὰ πήχεων εʹ καὶ σπαρ τίον δεκάπηχυν περικυκλῶν, ἑκάστῳ στύλῳ τὸ πά χος, καὶ χρυσοπετάλην, ἐκ δακτύλων τὸ πάχος, περικαλύψας, ἔστησεν αὐτοὺς κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καλέσας τὸ ὄνομα τοῦ μὲν Κατόρθωσις, τοῦ δὲ Ἰσχύς. Ἐπὶ δὲ τῶν κεφαλῶν ἐποίησεν "ἔργον κρεμαστὸν δεδικτυωμένον" ἐκ χρυσοῦ "καὶ κώδωνας χρυσοῦς υʹ εἰς τὰ βʹ δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τοῖς δικτύοις, ἅ ἐστιν ἐπάνω τοῦ στύλου." Καὶ ποιήσας χαλκοῦν δίκτυον ἐκ δακτυλίων, καὶ κώδωνας ωʹ χαλ κοῦς ταλαντιαίους ἐπ' αὐτοῦ ἐξαρτήσας, ἐπέθηκεν αὐτῷ ἐπὶ μηχανημάτων ὑψηλῶν, ἐξεχόντων τοῦ ναοῦ πήχεις κʹ, ὅπως ἐπισκιάζοι 136 τὸ ἔργον καὶ ἀποσοβοῖ τὰ ὄρνεα ἐφιζάνοντα καὶ ἐκκρίνοντα, μολύνειν μέλλοντα, τῷ κτύπῳ τῶν κωδώνων ἀεὶ κινουμένων καὶ ἀναριπιζομένων. ̣11 ̣ Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, πήχεων κʹ τὸ μῆκος, καὶ πήχεων κʹ τὸ πλάτος, καὶ πήχεων ιʹ τὸ ὕψος, ὡσαύτως καὶ θάλασσαν ποιήσας χαλκῆν χυτὴν στρογγύλην, καὶ τὰ ὑποστηρίγματα αὐτῆς, ἔχου 110.244 σαν τὸ μὲν ὕψος πήχεων εʹ, τὸ δὲ κύκλωμα πή χεων λγʹ, τὸ πάχος παλαιστὴς, χωροῦσαν