θάλασσαν διαρρήξαις καὶ ποταμὸν ἀνακόψαις καὶ καταπολεμήσαις τὸν Ἀμαλήκ. Νεφέλη μὲν σκιάζουσα ὑπὲρ κεφαλῆς ἀφέλοιτό σου τὸν καύσωνα, στῦλος δὲ φωτὸς ὁδηγήσαι σε τῆς σῆς ἀσπίδος προπορευόμενος. ἐξομαλίσαι σοι κύριος πᾶν ὄρος ὑψηλὸν καὶ ἀκρότομον, καὶ ἀναπληρώσαι μέν σοι τὰς φάραγγας, τὰ δὲ σκολιὰ ποιήσαι εὐθύτατα. ἀναδήσαιτό σου τὴν κεφαλὴν ἀριστείοις στεφάνοις, καὶ ἐπανέλθοις ἡμῖν μυρίαις νίκαις κατεστεμμένος καὶ τροπαίοις κατηγλαϊσμένος πολλοῖς. ἄγγελοί σοι συμπαρατάξαιντο καὶ συστρατηγήσαι θεὸς καὶ τὸν νέον καταποντίσαι σοι Φαραώ. Εἰ δὲ καὶ καταλλάξαις τὰ διεστῶτα καὶ τὸ τοῦ φραγμοῦ ἀφέλοις μεσότοιχον, καὶ τὸ δυσμενὲς εὐμενὲς ποιήσαις τῷ κράτει σου, βασιλικώτατον δὴ τοῦτο καὶ τῷ ὄντι νικητικώτατον. Μιᾷ γοῦν γλώσσῃ τὰς πάντων ὑποκρινόμενος φωνάς, τοῦτο δή σοι τελευταῖον προσφθέγγομαι, μὴ μακρύνῃς ἐπὶ πολὺ ἀφ' ἡμῶν τῶν ποθούντων σε, ἀλλ' ἐπανακάμψαις ταχὺ φαιδρότερος ἡμῖν μετὰ τῶν τροπαίων καὶ φαεινότερος φανησόμενος, ὦ πάντων βασιλέων ἀσυγκρίτως ὑπέρτερε τῷ ἀποκρύφῳ κάλλει καὶ τῷ μεγέθει τῆς φύσεως.