64
ἑτερογενῆ καὶ συμμαχοῦντα τὸν Συρίας, νῦν ἀφεὶς, περὶ τοῦ Σαμαρείας φησίν. Ἐπεὶ γὰρ ἀφῖκτο κατὰ Ἱερουσαλὴμὁ Σενναχηρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν (μείζω γὰρ τῶν Ἰουδαίων ἠσέβησεν Ἰσραὴλ, καὶ παρεδόθη πρῶτος ὑπὸ Θεοῦ) τούτου χάριν φησὶν, ὡς τὰ καθ' ἑτέρων ἀπεσταλμένα δεινὰ, καθ' ἑαυτῶν οἱ ἐξ Ἰσραὴλ ἐπεσπάσαντο. Τῆς δὲ Σαμαρείας ἁλούσης, δέον τοὺς περιλειφθέντας πείρᾳ μαθόντας ὅσον ἐστὶ δεινὸν προσκροῦσαι Θεῷ, δι' ἐπιστροφῆς τε τοῦτον ἐξευμενίζεσθαι· τοὐναντίον, ἀπονοούμενοι πύργους οἰκοδομήσωμεν ἔλεγον, μηκέτι κατὰ τοὺς πρότερον (ἐκ πλίνθου γὰρ ὄντες εἰκότως ἑάλωσαν) ἀπὸ λίθων δὲ καὶ ξύλων ἀσήπτων· ἀντὶ μὲν τῆς ἀσεβείας, τὰς πλίνθους αἰτιώμενοι τῆς ἁλώσεως· ἀντὶ δὲ θείας ἐπικουρίας, ὕλης θαῤῥοῦντες στεῤῥότητι, ὑβριστῶν ταῦτά φησι καὶ ὑπερηφάνων, οἳ καὶ γνώσονται, τοῦτ' ἔστι τῆς ἑαυτῶν ἀπολαύσουσι γνώμης. Μετὰ γὰρ τὸν Σενναχηρεὶμ, καὶ τὰ δι' αὐτοῦ γεγονότα δεινὰ, πάλιν ἐπιστρατεύει Ναβουχοδονόσωρ ἐν τοῖς Ἱερεμίου καιροῖς, Ἱερουσαλήμ τε εἷλε καὶ τὴν Σαμάρειαν· ὅ τε καὶ πρὸς τοὺς νῦν αὐθάδεις Ἱερεμίας φησίν· "Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ." Ἀλλὰ πλήττων ἰᾶται Θεὸς δι' ἀμφοῖν παρακαλῶν εἰς εὐσέβειαν, ὁ νῦν τοῖς παθοῦσι τὴν δήωσιν ἐπαγγέλλεται. Τελευταῖος μὲν γὰρ κατὰ Ἰουδαίας ὁμοῦ καὶ Σαμαρείας ἐπιστρατεύσας Ναβουχοδονόσωρ εἶλε. Καὶ παρέτεινον εἰς ἑβδομηκοστὸν ἔτος αἰχμάλωτοι. Φιλανθρωπίᾳ δὲ Θεοῦ τὴν ἰδίαν αὖθις ἀπέλαβον γῆν, καὶ κτίζειν ἐπιχειροῦντες τήν τε πόλιν καὶ τὸν ναὸν, ὑπ' ἐθνῶν τῶν κύκλῳ, καὶ μάλιστα τῶν Σύρων διεκωλύοντο, θείᾳ δὲ τούτων ἐπεκράτουν ῥοπῇ. Εἶτα χρόνου προϊόντος Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς, βασιλεύων τῆς Ἀσίας,πρὸς τὸν τῆς Αἰγύπτου κρατοῦντα Πτολεμαῖον συστησάμενος πόλεμον, ἧς ὑπέμεινεν ἥττης ἐνόμιζε παραμύθιον, εἴτι κατὰ Ἰουδαίας τολμήσειε, καὶ τὴν μητρόπολιν τούτων ἐλέων, καὶ τὸν νεὼν ἱεροσυλήσας, Λυσίαν στρατηγὸν ἑαυτοῦ ταύτης κατέλιπε φύλακα. Ἀλλ' ὁ μὲν ἐπαναστάντων αὐτῷ τῶν Ἰουδαίων 2016 νενίκηται. Μαθὼν δὲ τὸ συμβὰν ὁ βασιλεὺς ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Νῦν οὖν ὁ Θεὸς τοῖς διαφυγοῦσι τὴν ἐξ Ἀσσυρίων αἰχμαλωσίαν, τὴν ἰδίαν ῥοπὴν ἐπαγγέλλεται πρὸς τοὺς ἐπανισταμένους ἐπ' ὅρος Σιών. Τίνες δὲ οὗτοί φησιν εὐθὺς, Συρίαν ἀφ' ἡλίου ἀνατολῶν, ὅτε τῆς οἰκοδομίας ἀπείργοντο, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γένος Ἀντίοχος ἐκ Μακεδονίας, ἥτις τῆς δυτικωτέρας καθέστηκε λήξεως, καὶ μάλιστα πρὸς τὴν Ἰουδαίαν εἰ κρίνοιντο. Ἦν δὲ πικρῶς Ἰουδαίοις ἐπενεχθεὶς, ὅτε καὶ τὰ Μακκαβαίων ἐγεγόνει παθείματα. Καὶ τοῦτον δὲ θᾶττον ἡ θεία δίκη μετέρχεται, μετὰ τοὺς ἐκ Συρίας ὅλῳ στόματι τὸν ἱερὸν καταφαγόντα λαόν· ἀλλὰ καίπερ τῶν Ἰουδαίων τοσαῦτα παθόντων, ἡ χεὶρ ἔτι πρὸς δίκην ἐστὶ μετέωρος, καὶ πρὸς τὴν κατ' αὐτῶν ἑτοιμοτάτη πληγὴν, διὰ τὴν μεγίστην ἀσέβειαν, ἣν κατὰ τοῦ Σωτῆρος ἐτόλμησαν, δι' ἣν ἀπωλείᾳ διηνεκεῖ τοῖς Ῥωμαίων παρεδόθησαν ὅπλοις. Τινὲς δὲ οὕτω φασὶν, ὡς ὁ ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος, ἢ λόγος ἀποφατικὸς ὀργῆς, τοὺς ἐν αὐτοῖς κρείττους εἶναι νομιζομένους ἀξίους ὀργῆς καὶ θανάτου καταλαβὼν, Ἰσραὴλ χρηματίζοντας, τούτους μετῆλθεν. Τῷ γὰρ πατριάρχῃ, τὸ μὲν τῆς κατὰ σάρκα γενέσεως ὄνομα ἦν Ἰακὼβ, μετὰ δὲ Θεοῦ ἐνισχύσαντι γεγένηται Ἰσραήλ. Κατὰ τοίνυν τῶν ἀλογωτέρων πεμφθεὶς, τοὺς λογικοὺς δοκοῦντας εὗρεν ἀξίους. Τινὲς δὲ ἐπὶ καλοῦ τὸν λόγον ἐξέλαβον, καί φασιν, ὡς δι' ἐλεημοσύνην πρώτοις συγκαταβαίνει τοῖς ἀσθενεστέροις ὁ λόγος. Οἱ δὲ διορατικώτεροι τῆς ἐξ αὐτοῦ λαβόντες αἴσθησιν ὠφελείας, ἁρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη νωθρότητα προλαμβάνοντες· τὸν γὰρ ἐν ἀρχῇ Λόγον πρὸς τὸν Θεὸν, ἀπέστειλεν ἐπὶ Ἰακὼβ ὁ Πατήρ· ὁ δὲ νοῦς αὐτὸν ὁ καθαρὸς γνωρίσας ὑπέλαβεν. Οἱ δὲ τοιοῦτοι πρώην ἦσαν ὑβρισταί τε καὶ ὑπερήφανοι ἐν Σαμαρείᾳ καθήμενοι. Φησὶν γὰρ ἐν ταῖς Πράξεσιν, ἤκουσαν οἱ ἀπόστολοι ὅτι Σαμάρεια δέδεκται τὸν Λόγον. Τὴν δὲ πρὶν