De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πανάγιον." Οἱ κράκται· "Ἔς, ὁ Θεὸς ὁ ἅγιος, δὸς αὐτοῖς ὁμόνοιαν." Ὁ λαός· "Ἔς, Πνεῦμα τὸ πανάγιον." Οἱ κράκται· "Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον." Ὁ λαός· "Ἔς, Πνεῦμα τὸ πανάγιον." Οἱ κράκται· "Ἔς, Πνεῦμα τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον." Ὁ λαός· "Πολυχρόνιον." Καὶ ἐξέρχονται. Καὶ μετὰ ταῦτα ἀπέρχονται οἱ νεόνυμφοι ἐστεφανωμένοι εἰς τὴν κόγχην τοῦ παστοῦ, ἔνθα ἵσταται ὁ βασιλικὸς χρυσοῦς κράβαττος, καὶ ἀποτιθοῦσιν τὰ μὲν στέμματα ἐν τῷ αὐτῷ κραβάττῳ, τὰ δὲ στεφάνια κρεμῶσιν οἱ τῆς τάξεως τοῦ κουβουκλείου ἐν τῷ πενταπυργίῳ, ἐν ᾧ ἵσταται 2.9 ὁ βασιλικὸς κράβαττος. Καὶ εὐθέως ἀπέρχονται οἱ δεσπόται διὰ τῶν διαβατικῶν ὡς ἐπὶ τὸν Ἔρωτα, εἰς τὰ ιθʹ Ἀκκούβιτα καὶ ἀκουμβίζουσιν ἐπὶ τῆς τραπέζης. Ἀκτολογία εἰς τὴν Αὐγοῦσταν. "Εὐφημήσωμεν κατὰ χρέως τὴν χαρὰν ἡμῶν τὴν Αὐγοῦσταν." Οἱ κράκται· "Πολλοί σου χρόνοι, θεοπρόβλητε Αὐγοῦστα." Ὁ λαὸς ἐκ γʹ· "Πολλοί σου χρόνοι." Οἱ κράκται· "Πολλοί σου χρόνοι, εὐτυχεστάτη Αὐγοῦστα." Ὁ λαὸς ἐκ γʹ· "Πολλοί σου χρόνοι." Οἱ κράκται· "Πολλοί σου χρόνοι, ἡ σύζυγος τοῦ δεσπότου," Ὁ λαὸς ἐκ γʹ· "Πολλοί σου χρόνοι." Οἱ κράκται· "Σὺ ἐκ θείας ψήφου προεχειρίσης." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Σὲ εὐλόγησεν ὁ Θεὸς ὁ παντοκράτωρ." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Σὺ ἐνυμφεύθης ἐκ Θεοῦ τῇ πορφύρᾳ." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Στεφανώσας σε τῇ ἰδίᾳ παλάμῃ, Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ἀλλ' ὁ εἰς ταύτην καλέσας σε τὴν ἀξίαν" Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "καὶ συζεύξας σε ὁ δεῖνα τῷ δεσπότῃ," Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "τοὺς χρόνους σου πληθύνῃ σὺν τῷ δεσπότῃ." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν." Ὁ λαὸς ἐκ γʹ ὁμοίως, Οἱ κράκται· "Ὁ δεῖνα τῆς εὐσεβεστάτης Αὐγούστης πολλὰ τὰ ἔτη." Ὁ λαός· "Πολυχρόνιον." Εἰδέναι δὲ δεῖ ὅτι λέγεται καὶ τοῦτο γέγονέ ποτε, ὅτι μετὰ τὸ πληρῶσαι τὰ μέρη τὴν προρρηθεῖσαν ἀκτολογίαν πρὸ τῶν γραδηλίων τῆς ἀναβάσεως τῆς Μανναύρας, προανέρχονται τὰ δύο μέρη, καὶ οἱ μὲν Βένετοι ἀνέρχονται εἰς τὰ σκάμνα τὰ ἱστάμενα ἐν τῷ τῆς Μανναύρας ἀναδενδραδίῳ ἔνθεν κἀκεῖθεν, καὶ ἀπόκρισιν μὴ δεχόμενοι, λέγουσιν οἱ κρά 2.10 κται κατάλεγμα· "Πολλὰ τὰ ἔτη τῶν βασιλέων." Καὶ ὁ λαὸς ἀποκρίνεται τὰ ὀφειλόμενα τοῦ καταλέγματος. Καὶ μετὰ τὸ στῆναι τοὺς νεονύμφους γίνεται δοχὴ αʹ καὶ λέγουσιν οἱ κράκται καὶ ὁ λαὸς τὰς προρρηθείσας ἀκτολογίας. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς, γίνεται δοχὴ βʹ, καὶ δέχονται οἱ Πράσινοι ἀπὸ μικροῦ διαστήματος ἐν τῷ αὐτῷ ἀναδενδραδίῳ, καὶ τῶν νεονύμφων ἱσταμένων, λέγουσιν οἱ κράκται καὶ ὁ λαὸς τὰς προρρηθείσας ἀκτολογίας καὶ μετὰ ταῦτα ἐπακολουθεῖ ἡ τάξις, καθὼς προείρηται. Χρὴ δὲ γινώσκειν ὅτι ἐν τοῖς ἐσχάτοις καιροῖς ἐκαινουργήθη τοῦ γίνεσθαι τὸ στεφάνωμα τοῦ βασιλέως ἐν τῷ ναῷ τοῦ παλατίου τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου· καὶ δὴ τῶν νεονύμφων ἐξιόντων διὰ τοῦ Χρυσοτρικλίνου, δηλονότι ὀψικευομένων ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγίστρων καὶ πατρικίων, μελλόντων αὐτῶν ἐξιέναι τὰς ἀργυρᾶς τοῦ Χρυσοτρικλίνου πύλας, αὐλεῖ τὸ χρυσοῦν ὄργανον, καὶ τὰ μέρη ἀκτολογοῦσιν, καθὼς προείρηται.
2.11 ΜΘʹ (Μʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ Αὐγούστης.
Ἐξέρχεται ὁ βασιλεὺς εἰς τὸν Αὐγουστέα, φορῶν τὴν χλαμύδα ἐστεμμένος, καὶ ποιεῖ προαγωγάς· καὶ περὶ ὥραν τρίτην καθέζεται μέσον τοῦ τρικλίνου. Ὁ δὲ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα, ὡς ἔχει ἡ συνήθεια, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλον αʹ· τοὺς μαγίστρους, βʹ· πατρικίους, τρίτον· τοὺς συγκλητικούς, ὑπάτους, κόμητας, κανδιδάτους, ἀπὸ ἐπάρχων καὶ στρατηλάτας, βῆλα βῆλα. Ὁ δὲ πατριάρχης ἔρχεται διὰ τῆς ∆άφνης, καὶ εἰσέρχεται εἰς τὸν Ἅγιον Στέφανον καὶ ἐκδέχεται τοὺς δεσπότας, καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα πάντα καὶ πληρωθῶσιν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ καὶ ἀπέρχεται καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρχεται εἰς τὸν Αὐγουστέα. Καὶ ἐξέρχεται ἡ βουλομένη στεφθῆναι, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ ἐγείρονται οἱ δεσπόται καὶ ἀπέρχονται ἔνθα ἵσταται τὸ ἀντιμίσιον ἅμα τοῦ πατριάρχου, καὶ τῆς