βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τρισχιλίους μετρητὰς, ἔστησεν ὑποκάτω αὐτῆς μόσχους ιβʹ χυτοὺς μεγάλους, πρὸς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. ̣12 ̣ Ποιήσας βάσιν χαλ κῆν πήχεων εʹ τὸ μῆκος, καὶ εʹ τὸ πλάτος, καὶ γʹ πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ. ̣13 ̣ Καὶ ἐποίησε τραπέζας χαλκᾶς ιʹ, καὶ λουτῆρας ιʹ, καὶ λυχνίας χρυσᾶς ιʹ μεγάλας, καὶ ἔθηκεν ἀνὰ εʹ ἐκ δεξιῶν τοῦ ναοῦ καὶ ἀνὰ εʹ ἐξ ἀριστερῶν. ̣14 ̣ Ἐποίησε δὲ φιάλας χρυσᾶς ρʹ, καὶ θυΐσκας, καὶ πυρεῖα, καὶ σκεύη εἰς πλῆθος, ὅτι οὐκ ἐξέλειπεν ἡ ὁλκὴ τοῦ χρυσίου." ̣15 ̣ Ἐπεὶ οὖν συνετελέσθη πᾶν ἔργον, εἰσήγαγον οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθή κης Κυρίου εἰςτὰ Ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβὶμ, καὶ ἀρξαμένων ἐξομολο γῆσαι τῷ Κυρίῳ ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις, ἐπλήσθη νεφέλης ὁ οἶκος Κυρίου καὶ δόξης πολλῆς. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆ ναι καὶ λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης. Ὁ δὲ βασιλεὺς Σολομὼν, ἀναβὰς ἐπὶ τὴν χαλκῆν βάσιν καὶ τῷ Θεῷ προσκυνήσας, διεπέτασε τὰς χεῖρας εἰς τὸν οὐρανὸν λέγων· "Κύριε, ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς," καὶ τὰ ἑξῆς τῆς εὐχῆς. "Καὶ ὡς συνετέλεσεν εὐχόμενος, κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε ̣33a τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον." Καὶ πάντες υἱοὶ Ἰσραὴλ ἐθεώρουν τὸ πῦρ· καὶ ἡ δόξα Κυρίου ἐπὶ 137 τὸν οἶκον, καὶ ἔπεσαν ἐπὶ πρόσωπον εἰς τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον προσκυ νοῦντες καὶ αἰνοῦντες Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ̣16 ̣ Καὶ τότε Σολομὼν ἐνεκαίνισε τὸν ναὸν, θύσας μόσχων χιλιάδας κβʹ καὶ προβάτων χιλιάδας ρκʹ, ποιήσας ἑορτὴν μεγάλην. Καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐν τῷ ναῷ ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου ἡμέρας ζʹ, τῇ δὲ ηʹ ἡμέρᾳ, εὐλογήσας τὸν λαὸν ἀπέστειλε." ̣17̣ Καὶ μετὰ τὸ προσεύξασθαι αὐτὸν ὑπὲρ τοῦ ναοῦ καὶ τοῦ λαοῦ, ὤφθη αὐτῷ ὁ Κύριος λέγων· "Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα. Καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. Καὶ σὺ, ἐὰν πορευθῇς ἐνώπιόν μου, καθὼς ἐπορεύθη ∆αυῒδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας αὐτοῦ καὶ εὐθύτητι, τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνε τειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ πατρί σου λέγων· "Οὐκ ἐξαρθήσεται 110.245 ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ." Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ' ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου, καὶ πο ρευθῆτε, καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυ νήσητε αὐτοῖς, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα ἐν ὀνόματί μου, ἀποῤῥίψω ἀπὸ προσώπου μου. Καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα· καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέ γας, ἔσται πᾶς ὁ διαπορευόμενος δι' αὐτοῦ, ἐκστή σεται καὶ συριεῖ, καὶ ἐροῦσιν· "Ἀνθ' ὧν ἐγκατέ λιπον Κύριον τὸν Θεὸν αὐτῶν καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων, διὰ τοῦτο ἐπήγαγε Κύριος τὴν κακίαν ταύτην." ̣18̣ Τὸν μέντοι ναὸν ὁ Σολομὼν μέσον τῆς πό λεως δειμάμενος κατὰ νῶτον τετραμμένον καὶ τὰ ὄπισθεν πρὸς βοῤῥᾶν ἔχοντα, λιθίνῳ περιβόλῳ τοῦτον συνέκλεισε. ̣19 ̣ Τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας ἐκ λίθων λευκῶν καὶ ὅλην καταστρώσας 138 καὶ τὸ περίμετρον αὐτῆς ποιήσας ἀπὸ τείχους εἰς τεῖχος, μεταξὺ τὸ διάστημα ἔχουσαν στάδια μʹ, μίλια ἓξ ἥμισυ, δυσάλωτον ταύτην πάντοθεν κατεσκεύασε. Περιτειχίσας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπεῤῥογυίαις κατάῤῥυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀποῤῥοίας τοὺς κήπους αὐτῶν καταρδεύεσθαι· (ἔκειτο γὰρ ἡ πόλις ἐπὶ μετεώρου καὶ τραχέως τόπου, ἐν ᾧ ὑπῆρχε πηγή τις πολύῤῥυτος ἀεννάως ἐπιῤῥέουσα. Πολλὰ δὲ καὶ ἄλλα ὕδατα ἔβρυον ἐν αὐτῇ πότιμα καὶ ἀδιάλειπτα). ̣20 ̣ Ὁ δέ γε λαμ πρὸς καὶ περιώνυμος ναὸς ἐκεῖνος, ἀξιάγαστος ὢν ἀληθῶς καὶ περίδοξος πάνυ καὶ τῆς Σολομῶντος σοφίας ἐνάρετος κήρυξ, μᾶλλον δὲ τοῦ προστετα χότος γενεσιουργοῦ πάντων Θεοῦ